Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 4

7.4 προδίδωσί με πανταχόθεν ἡ τύχη. Τάχα γὰρ ἐλεήσει με βασιλεὺς μηδὲν ἀδικοῦντα· εἰ δὲ ἀποθανεῖν δεήσειε, πάλιν ὄψομαι Καλλιρρόην· κἂν ἐν τῇ κρίσει Χαιρέαν ἕξω μετ’ ἐμαυτοῦ καὶ Πολύχαρμον οὐ συνηγόρους μόνον, ἀλλὰ καὶ μάρτυρας.” Πᾶσαν οὖν τὴν θεραπείαν κελεύσας συνακολουθεῖν ἐξώρμησε Καρίας, ἀγαθὴν ἔχων ψυχὴν ἐκ τοῦ μηδὲν ἀδικεῖν ἂν δόξαι· ὥστε οὐδὲ μετὰ δακρύων προύπεμψαν αὐτόν, ἀλλὰ μετὰ θυσιῶν καὶ πομπῆς.
7.5 Ἕνα μὲν οὖν στόλον τοῦτον ἐκ Καρίας ἔστελλεν ὁ Ἔρως, ἐξ Ἰωνίας δὲ ἐνδοξότερον ἄλλον· ἐπιφανέστερον γὰρ καὶ βασιλικώτερον ἦν τὸ κάλλος. Προύτρεχε γὰρ τῆς γυναικὸς ἡ φήμη, καταγγέλλουσα πᾶσιν ἀνθρώποις ὅτι Καλλιρρόη παραγίνεται, τὸ περιβόητον ὄνομα, τὸ μέγα τῆς φύσεως κατόρθωμα, Ἀρτέμιδι ἰκέλη ἢ χρυσείῃ Ἀφροδίτῃ.
7.6 Ἐνδοξοτέραν αὐτὴν ἐποίει καὶ τὸ τῆς δίκης διήγημα. Πόλεις ἀπήντων ὅλαι καὶ τὰς ὁδοὺς ἐστενοχώρουν οἱ συντρέχοντες ἐπὶ τὴν θέαν· ἐδόκει δὲ τοῖς πᾶσι τῆς φήμης ἡ γυνἥ??ʼρείττων. Μακαριζόμενος δὲ Διονύσιος ἐλυπεῖτο, καὶ δειλότερον αὐτὸν ἐποίει τῆς εὐτυχίας τὸ μέγεθος· οἷα γὰρ πεπαιδευμένος ἐνεθυμεῖτο ὅτι φιλόκαινός ἐστιν ὁ Ἔρως· διὰ τοῦτο καὶ τόξα καὶ πῦρ ποιηταί τε καὶ πλάσται περιτεθείκασιν αὐτῷ,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme