Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 4

6.1 Μεθ’ ἡμέραν οὖν τήρησιν ἐποιεῖτο τῆς γυναικὸς ἀκριβεστέραν, ἵνα μή τις αὐτῇ προσέλθῃ μηδ’ ἀπαγγείλῃ τι τῶν ἐν Καρίᾳ διηγημάτων· αὐτὸς δὲ ἄμυναν ἐπενόησε τοιαύτην. Ἐπεδήμει κατὰ καιρὸν ὁ Λυδίας καὶ Ἰωνίας· ὕπαρχος Φαρνάκης, ὃς δὴ καὶ μέγιστος εἶναι δοκεῖ τῶν ὑπὸ βασιλέως καταπεμπομένων ἐπὶ θάλατταν. Ἐπὶ τοῦτον ἦλθεν ὁ Διονύσιος, ἦν γὰρ αὐτῷ φίλος, καὶ ἰδιολογίαν ᾐτήσατο. “Ἱκετεύω σε” φησίν, “ὦ δέσποτα, βοήθησον ἐμοί τε καὶ σεαυτῷ. Μιθριδάτης γάρ, ὁ κάκιστος ἀνδρῶν, καὶ σοὶ φθονῶν, ξένος μου γενόμενος ἐπιβουλεύει μου τῷ γάμῳ καὶ πέπομφε γράμματα μοιχικὰ μετὰ χρυσίου πρὸς
6.2 τὴν γυναῖκα τὴν ἐμήν.” Ἐπὶ τούτοις ἀνεγίνωσκε τὰς ἐπιστολὰς καὶ διηγεῖτο τὴν τέχνην. Ἄσμενος ἤκουσε Φαρνάκης τῶν λόγων τάχα μὲν καὶ διὰ Μιθριδάτην ʽἐγεγόνει γὰρ αὐτοῖς οὐκ ὀλίγα προσκρούσματα διὰ τὴν γειτνίασιν̓, τὸ δὲ πλέον διὰ τὸν ἔρωτα· καὶ γὰρ αὐτὸς ἐκάετο τῆς Καλλιρρόης καὶ δι’ αὐτὴν ἐπεδήμει τὰ πολλὰ Μιλήτῳ, καλῶν ἐπὶ τὰς ἑστιάσεις Διονύσιον μετὰ τῆς γυναικός.
6.3 Ὑπέσχετο οὖν βοηθήσειν αὐτῷ κατὰ τὸ δυνατὸν καὶ γράφει δι’ ἀπορρήτων ἐπιστολήν. ΒΑΣΙΛΕΙ ΒΑΣΙΛΕΩΝ ΑΡΤΑΞΕΡΞΗι ΣΑΤΡΑΠΗΣ ΛΥΔΙΑΣ ΚΑΙ ΙΩΝΙΑΣ ΦΑΡΝΑΚΗΣ ΙΔΙΩι ΔΕΣΠΟΤΗι ΧΑΙΡΕΙΝ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme