Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 4

5.7 Ἐτύγχανε μὲν οὖν ἑστιῶν τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν καὶ λαμπρὸν τὸ συμπόσιον ἦν, ἤδη δέ που καὶ αὐλὸς ἐφθέγγετο καὶ δι’ ᾠδῆς ἠκούετο μέλος. Μεταξὺ δὲ ἐπέδωκέ τις αὐτῷ τὴν ἐπιστολὴν ΣΤΡΑΤΗΓΟΣ ΠΡΙΗΝΕΩΝ ΒΙΑΣ ΕΥΕΡΓΕΤΗι ΔΙΟΝΥΣΙΩι ΧΑΙΡΕΙΝ
5.8 Δῶρα καὶ γράμματα κομιζόμενά σοι παρὰ Μιθριδάτου τοῦ Καρίας ὑπάρχου δοῦλοι πονηροὶ κατέφθειρον, οὓς ἐγὼ συλλαβὼν ἀνέπεμψα πρὸς σέ. Ταύτην τὴν ἐπιστολὴν ἐν μέσῳ τῷ συμποσίῳ Διονύσιος ἀνέγνω, καλλωπιζόμενος ἐπὶ ταῖς βασιλικαῖς δωρεαῖς· ἐντεμεῖν δὲ τὰς σφραγῖδας κελεύσας ἐντυγχάνειν ἐπειρᾶτο τοῖς γράμμασιν. Εἶδεν οὖν ΚΑΛΛΙΡΡΟΗι ΧΑΙΡΕΑΣ. Ζῶ.
5.9 Τοῦ δ’ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, εἶτα σκότος τῶν ὀφθαλμῶν αὐτοῦ κατεχύθη. Καὶ μέντοι λιποθυμήσας ὅμως ἐκράτησε τὰ γράμματα, φοβούμενος ἄλλον αὐτοῖς ἐντυχεῖν. Θορύβου δὲ καὶ συνδρομῆς γενομένης ἐπηγέρθη, καὶ συνεὶς τὸ πάθος ἐκέλευσε τοῖς οἰκέταις μετενεγκεῖν αὐτὸν εἰς ἕτερον οἰκίσκον, ὡς δῆθεν βουλόμενος ἠρεμίας μετασχεῖν.
5.10 Τὸ μὲν οὖν συμπόσιον σκυθρωπῶς διελύθη ʽφαντασία γὰρ ἀποπληξίας αὐτοὺς ἔσχἐ, Διονύσιος δὲ καθ’ ἑαυτὸν γενόμενος πολλάκις ἀνεγίνωσκε τὰς ἐπιστολάς. Κατελάμβανε δὲ αὐτὸν πάθη ποικίλα, θυμός, ἀθυμία, φόβος, ἀπιστία. Ζῆν μὲν οὖν Χαιρέαν οὐκ ἐπίστευε ʽτοῦτο γὰρ οὐδὲ ὅλως ἤθελἐ, σκῆψιν δὲ μοιχικὴν ὑπελάμβανε Μιθριδάτου διαφθεῖραι θέλοντος Καλλιρρόην ἐλπίδι Χαιρέου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme