Book 3
2.10
Ἔδοξεν οὕτως καὶ καλέσας Λεωνᾶν “ἄπιθι” φησὶν “εἰς τὴν πόλιν καὶ μεγαλοπρεπῶς ἑτοίμασον τὰ πρὸς τὸν γάμον. Ἐλαυνέσθωσαν ἀγέλαι· σῖτος καὶ οἶνος διὰ γῆς καὶ θαλάσσης κομιζέσθω· δημοσίᾳ τὴν
2.11
πόλιν εὐωχῆσαι προῄρημαι.” Πάντα διατάξας ἐπιμελῶς τῆς ὑστεραίας αὐτὸς μὲν ἐπὶ ὀχήματος ἐποιεῖτο τὴν πορείαν, τὴν δὲ Καλλιρρόην ʽοὐδέπω γὰρ ἐβούλετο δεικνύναι τοῖς πολλοῖσ̓ ἐκέλευσε περὶ τὴν ἑσπέραν διὰ πορθμείου κομισθῆναι μέχρι τῆς οἰκίας, ἥτις ἦν ἐπ’ αὐτοῦ τοῦ λιμένος τοῦ Δοκίμου λεγομένου· Πλαγγόνι δὲ τὴν ἐπιμέλειαν αὐτῆς ἐνεχείρισε.
2.12
Μέλλουσα τοίνυν ἀπαλλάσσεσθαι τῶν ἀγρῶν ἡ Καλλιρρόη τῇ Ἀφροδίτῃ πρῶτον ἐπεύξατο καὶ εἰσελθοῦσα εἰς τὸν νεὼν πάντας ἐκβαλοῦσα ταῦτα εἶπε πρὸς τὴν θεὸν “δέσποινα Ἀφροδίτη, μέμψωμαί σοι δικαίως ἢ χάριν γνῶ; σύ με οὖσαν παρθένον ἔζευξας Χαιρέᾳ καὶ νῦν μετ’ ἐκεῖνον ἄλλῳ με νυμφαγωγεῖς.
2.13
Οὐκ ἂν ἐπείσθην σὲ ὀμόσαι καὶ τὸν σὸν υἱόν, εἰ μή με προύδωκε τοῦτο τὸ βρέφος,” δείξασα τὴν γαστέρα. “Ἱκετεύω δέ σε” φησὶν “οὐχ ὑπὲρ ἐμαυτῆς, ἀλλ̓ ὑπὲρ τούτου. Ποίησόν μου λαθεῖν τὴν τέχνην. Ἐπεὶ τὸν ἀληθῆ τοῦτο πατέρα οὐκ ἔχει, δοξάτω Διονυσίου παιδίον,
2.14
τραφὲν γὰρ κἀκεῖνον εὑρήσει.” Βαδίζουσαν δὲ αὐτὴν ἀπὸ τοῦ τεμένους ἐπὶ τὴν θάλασσαν ἰδόντες οἱ ναῦται δείματι κατεσχέθησαν, ὡς τῆς Ἀφροδίτης αὐτῆς ἐρχομένης ἵνα ἐμβῇ, καὶ ὥρμησαν ἀθρόοι προσκυνῆσαι· προθυμίᾳ δὲ τῶν ἐρεσσόντων λόγου θᾶττον ἡ ναῦς κατέπλευσεν εἰς τὸν λιμένα. Ἅμα δὲ τῇ ἕῳ πᾶσα ἦν ἡ πόλις ἐστεφανωμένη.