Book 3
6.4
Κατέπεσεν οὖν σκοτοδινιάσας· θεασαμένη δὲ αὐτὸν ἡ ζάκορος ὕδωρ προσήνεγκε καὶ ἀνακτωμένη τὸν ἄνθρωπον εἶπε “θάρρει, τέκνον, καὶ ἄλλους πολλοὺς ἡ θεὸς ἐξέπληξεν· ἐπιφανὴς γάρ ἐστι καὶ δείκνυσιν ἑαυτὴν ἐναργῶς. Ἀλλ’ ἀγαθοῦ μεγάλου τοῦτ’ ἔστι σημεῖον. Ὁρᾷς εἰκόνα τὴν χρυσῆν; αὕτη δούλη μὲν ἦν, ἡ δὲ Ἀφροδίτη πάντων ἡμῶν κυρίαν πεποίηκεν
6.5
αὐτήν.” “Τίς γάρ ἐστιν” ὁ Χαιρέας εἶπεν “αὕτη;” “Ἡ δέσποινα τῶν χωρίων τούτων, ὦ τέκνον, Διονυσίου γυνή, τοῦ πρώτου τῶν Ἰώνων.” Ἀκούσας ὁ Πολύχαρμος, οἷα δὴ σωφρονῶν αὐτός, οὐδὲν εἴασεν ἔτι τὸν Χαιρέαν εἰπεῖν, ἀλλ’ ὑποβαστάσας ἐξήγαγεν ἐκεῖθεν, οὐ βουλόμενος ἐκπύστους γενέσθαι τίνες εἰσί, πρὶν ἅπαντα βουλεύσασθαι καλῶς καὶ συντάξαι πρὸς ἀλλήλους.
6.6
Ὁ δὲ Χαιρέας τῆς ζακόρου παρούσης οὐδὲν εἶπεν ἀλλ’ ἐσίγησεν ἐγκρατῶς, πλὴν ὅσον αὐτομάτως ἐξεπήδησεν αὐτοῦ τὰ δάκρυα· πόρρω δὲ ἀπελθὼν ἐπὶ γῆς μόνος ἔρριψεν ἑαυτὸν καὶ “ὦ θάλασσα” φησὶ “φιλάνθρωπε, τί με διέσωσας; ἢ ἵνα εὐπλοήσας ἴδω Καλλιρρόην ἄλλου γυναῖκα; τοῦτο οὐκ ἤλπισα γενέσθαι ποτὲ οὐδὲ ἀποθανόντος Χαιρέου.
6.7
Τί ποιήσω ὁ δυστυχής; παρὰ δεσπότου μὲν γὰρ ἤλπιζόν σε κομιεῖσθαι καὶ τοῖς λύτροις ἐπίστευον ὅτι πείσω τὸν ἀγοράσαντα· νῦν δὲ εὕρηκά σε πλουσίαν, τάχα καὶ βασιλίδα. Πόσῳ δ’ ἂν εὐτυχέστερος ὑπῆρχον, εἴ σε πτωχεύουσαν εὑρήκειν. Εἴπω Διονυσίῳ προσελθὼν ʽἀπόδος μοι τὴν γυναῖκα;ʼ τοῦτο δὲ λέγει τίς γεγαμηκότι;
6.8
Ἀλλ’ οὐδ᾽, ἂν ἀπαντήσω, δύναμαί σοι προσελθεῖν, ἀλλ’ οὐδέ, τὸ κοινότατον, ὡς πολίτης ἀσπάσασθαι. Κινδυνεύω τάχα καὶ ὡς μοιχὸς τῆς ἐμῆς γυναικὸς ἀπολέσθαι.” Ταῦτα ὀδυρόμενον παρεμυθεῖτο Πολύχαρμος.