Thesauros Literature Novel De Chaerea et Callirhoe

De Chaerea et Callirhoe

De Chaerea et Callirhoe Chariton

Book 3

4.7 Μεταξὺ δὲ οἰκέται δημόσιοι τὸν Θήρωνα δεδεμένον εἰς τὸ θέατρον ἦγον μετὰ πομπῆς ἐκείνῳ πρεπούσης· ἐπηκολούθει γὰρ αὐτῷ τροχὸς καὶ καταπέλτης καὶ πῦρ καὶ μάστιγες, ἀποδιδούσης αὐτῷ τῆς προνοίας τὰ ἔπαθλα τῶν ἀγώνων.
4.8 Ἐπεὶ δὲ ἐν μέσῳ ἔστη, τῶν ἀρχόντων εἷς ἀνέκρινεν αὐτὸν “τίς εἶ;” “Δημήτριος.” “Εἰπὲ πόθεν;” “Κρής.” “Τί οἶδας; εἰπέ.” “πρὸς ἐμαυτοῦ ἀδελφὸν πλέων εἰς Ἰωνίαν ἀπελείφθην νεώς, εἶτα κέλητος ἐπέβην παραπλέοντος. Τότε μὲν οὖν ὑπελάμβανον ἐμπόρους εἶναι, νῦν δὲ τυμβωρύχους.
4.9 Θαλαττεύοντες δὲ χρόνον μακρὸν οἱ μὲν ἄλλοι πάντες διεφθάρησαν ἀπορίᾳ τοῦ ποτοῦ, μόνος δὲ ἐγὼ σέσωσμαι διὰ τὸ μηδὲν ἐν τῷ βίῳ δεδρακέναι πονηρόν. Μὴ οὖν ὑμεῖς, ὦ Συρακούσιοι, δῆμος ἐπὶ φιλανθρωπίᾳ περιβόητος, γένεσθέ μοι καὶ δίψους καὶ θαλάσσης ἀγριώτεροι.”
4.10 Ταῦτα λέγοντος οἰκτρῶς ἔλεος εἰσῆλθε τὰ πλήθη, καὶ τάχ’ ἂν ἔπεισεν, ὥστε κἂν ἐφοδίων τυχεῖν, εἰ μὴ δαίμων τις τιμωρὸς Καλλιρρόης ἐνεμέσησεν αὐτῷ τῆς ἀδίκου πειθοῦς· ἔμελλε γὰρ τὸ σχετλιώτατον ἔσεσθαι πάντων πραγμάτων, πεισθῆναι Συρακουσίους ὅτι μόνος ἐσώθη διὰ εὐσέβειαν ὁ μόνος σωθεὶς δι᾽ ἀσέβειαν, ἵνα ἐπὶ πλέον κολασθῇ.
4.11 Καθεζόμενος οὖν ἐν τῷ πλήθει τις ἁλιεὺς ἐγνώρισεν αὐτὸν καὶ ἡσυχῆ πρὸς τοὺς καθεζομένους εἶπε “τοῦτον ἐγὼ καὶ πρότερον εἶδον περὶ τὸν λιμένα τὸν ἡμέτερον στρεφόμενον.” Ταχέως οὖν ὁ λόγος εἰς πλείονας διεδόθη, καί τις ἐξεβόησε “ψεύδεται.” Πᾶς οὖν ὁ δῆμος ἐπεστράφη,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme