Book 2
1.9
Πόθεν δὲ ἔλεγε τὴν ἄνθρωπον εἶναι;” “Συβαρῖτιν ἐξ Ἰταλίας, πραθεῖσαν ὑπὸ δεσποίνης κατὰ ζηλοτυπίαν.” “Ζήτησον Συβαριτῶν εἴ τινες ἐπιδημοῦσιν· ἐν δὲ τῷ μεταξὺ ἐκεῖ κατάλιπε τὴν γυναῖκα.” Τότε μὲν οὖν ὁ Λεωνᾶς ἀπῆλθε λυπούμενος, ὡς οὐκ εὐτυχοῦς τῆς πραγματείας αὐτῷ γεγενημένης· ἐπετήρει δὲ καιρὸν ἀναπεῖσαι τὸν δεσπότην ἐξελθεῖν εἰς τὰ χωρία, λοιπὸν μίαν ἔχων ἐλπίδα τὴν ὄψιν τῆς γυναικός.
2.1
Πρὸς δὲ τὴν Καλλιρρόην εἰσῆλθον αἱ ἄγροικοι γυναῖκες καὶ εὐθὺς ὡς δέσποιναν ἤρξαντο κολακεύειν. Πλαγγὼν δέ, ἡ τοῦ οἰκονόμου γυνή, ζῶον οὐκ ἄπρακτον, ἔφη πρὸς αὐτὴν “ζητεῖς μέν, ὦ τέκνον, πάντως τοὺς σεαυτῆς· ἀλλὰ καλῶς καὶ τοὺς ἐνθάδε νόμιζε σούς· Διονύσιος γάρ, ὁ δεσπότης ἡμῶν, χρηστός ἐστι καὶ φιλάνθρωπος. Εὐτυχῶς σε ἤγαγεν εἰς ἀγαθὴν ὁ θεὸς οἰκίαν.
2.2
Ὥσπερ ἐν πατρίδι διάξεις. Ἐκ μακρᾶς οὖν θαλάσσης ἀπόλουσαι τὴν ἄσιν· ἔχεις θεραπαινίδας.” Μόλις μὲν καὶ μὴ βουλομένην, προήγαγε δ᾽ ὅμως εἰς τὸ βαλανεῖον. Εἰσελθοῦσαν δὲ ἤλειψάν τε καὶ ἀπέσμηξαν ἐπιμελῶς καὶ μᾶλλον ἀποδυσαμένης κατεπλάγησαν· ὥστε ἐνδεδυμένης αὐτῆς θαυμάζουσαι τὸ πρόσωπον θεῖον πρόσωπον ἔδοξαν ἰδοῦσαι· ὁ χρὼς γὰρ λευκὸς ἔστιλψεν εὐθὺς μαρμαρυγῇ τινι ὅμοιον ἀπολάμπων· τρυφερὰ δὲ σάρξ, ὥστε δεδοικέναι μὴ καὶ ἡ τῶν δακτύλων ἐπαφὴ μέγα τραῦμα ποιήσῃ.
2.3
Ἡσυχῆ δὲ διελάλουν πρὸς ἀλλήλας “καλὴ μὲν ἡ δέσποινα ἡμῶν καὶ περιβόητος· ταύτης δὲ ἂν θεραπαινὶς ἔδοξεν.” Ἐλύπει τὴν Καλλιρρόην ὁ ἔπαινος καὶ τοῦ μέλλοντος οὐκ ἀμάντευτος ἦν. Ἐπεὶ δὲ ἐλέλουτο καὶ τὴν κόμην συνεδέσμουν, καθαρὰς αὐτῇ προσήνεγκαν ἐσθῆτας· ἡ δὲ οὐ πρέπειν ἔλεγε ταῦτα τῇ νεωνήτῳ.