Book 2
8.7
δοῦλον.” Τύπτουσα δὲ τὴν γαστέρα εἶπεν “ἄθλιον πρὸ τοῦ γεννηθῆναι γέγονας· ἐν τάφῳ καὶ χερσὶ λῃστῶν παρεδόθης. Εἰς ποῖον παρέρχῃ βίον; ἐπὶ ποίαις ἐλπίσι μέλλω σε κυοφορεῖν, ὀρφανὲ καὶ ἄπολι καὶ δοῦλε; Πρὸ τῆς γενέσεως πειράθητι θανάτου.” Κατέσχε δὲ αὐτῆς τὰς χεῖρας ἡ Πλαγγών, ἐπαγγειλαμένη τῆς ὑστεραίας εὐκολωτέραν αὐτῇ ἔκτρωσιν παρασκευάσειν.
9.1
Γενομένη δὲ καθ’ ἑαυτὴν ἑκατέρα τῶν γυναικῶν ἰδίους ἐλάμβανε λογισμούς· ἡ μὲν Πλαγγών, ὅτι καιρὸς ἐπιτήδειος πέφηνεν εἰς τὸ κατεργάσασθαι τὸν ἔρωτα τῷ δεσπότῃ, συνήγορον ἔχουσα τὸ κατὰ γαστρός· “εὕρηται πειθοῦς ἐνέχυρον· νικήσει σωφροσύνην γυναικὸς μητρὸς φιλοστοργία.” Καὶ ἡ μὲν πιθανῶς τὴν πρᾶξιν συνετίθει·
9.2
Καλλιρρόη δὲ τὸ τέκνον ἐβουλεύετο φθεῖραι, λέγουσα πρὸς ἑαυτὴν “ἀλλ’ ἐγὼ τέκω δεσπότῃ τὸν Ἑρμοκράτους ἔγγονον καὶ προενέγκω παιδίον, οὗ μηδεὶς οἶδε πατέρα. Τάχα δὲ ἐρεῖ τις τῶν φθονούντων ʽἐν τῷ λῃστηρίῳ Καλλιρρόη συνέλαβεν.ʼ Ἀρκεῖ μόνην ἐμὲ δυστυχεῖν.
9.3
Οὐ συμφέρει σοι, παιδίον, εἰς βίον ἄθλιον παρελθεῖν, ὃν ἔδει καὶ γεννώμενον φυγεῖν. Ἄπιθι ἐλεύθερος, ἀπαθὴς κακῶν. Μηδὲν ἀκούσῃς τῶν περὶ τῆς μητρὸς διηγημάτων.” Πάλιν δὲ μετενόει καί πως ἔλεος αὐτὴν τοῦ κατὰ γαστρὸς εἰσῄει. “Βουλεύῃ τεκνοκτονῆσαι, πασῶν ἀσεβεστάτη, καὶ Μηδείας λαμβάνεις λογισμούς;
9.4
Ἀλλὰ καὶ τῆς Σκυθίδος ἀγριωτέρα δόξεις· ἐκείνη μὲν γὰρ ἐχθρὸν εἶχε τὸν ἄνδρα, σὺ δὲ τὸ Χαιρέου τέκνον θέλεις ἀποκτεῖναι καὶ μηδὲ ὑπόμνημα τοῦ περιβοήτου γάμου καταλιπεῖν. Τί δ’ ἂν υἱὸς ᾖ; τί δ’ ἂν ὅμοιος τῷ πατρί; τί δ’ ἂν εὐτυχέστερος ἐμοῦ; Μήτηρ ἀποκτείνῃ τὸν ἐκ τάφου σωθέντα καὶ λῃστῶν;