Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 8

6.14 Ἐὰν δὲ ᾖ τὴν παρθενίαν ἐψευσμένη, σιωπᾷ μὲν ἡ σύριγξ, οἰμωγὴ δέ τις ἀντὶ μουσικῆς ἐκ τοῦ σπηλαίου πέμπεται, καὶ εὐθὺς ὁ δῆμος ἀπαλλάττεται καὶ ἀφίησιν ἐν τῷ σπηλαίῳ τὴν γυναῖκα· τρίτῃ δὲ ἡμέρᾳ παρθένος ἱέρεια τοῦ τόπου παρελθοῦσα τὴν μὲν σύριγγα εὑρίσκει χαμαί, τὴν δὲ γυναῖκα οὐδαμοῦ.
6.15 Πρὸς ταῦτα παρασκευάσασθε πῶς ἂν αὐτοὶ σχῆτε τύχης, καὶ σύνετε. Εἰ μὲν γάρ ἐστι παρθένος, ὡς ἔγωγε βουλοίμην, ἄπιτε χαίροντες τῆς σύριγγος τυχόντες εὐμενοῦς· οὐ γὰρ ἄν ποτε ψεύσαιτο τὴν κρίσιν· εἰ δὲ μή· αὐτοὶ γὰρ ἴστε οἷα εἰκὸς ἐν τοσαύταις αὐτὴν ἐπιβουλαῖς γενομένην ἄκουσαν—”
7.1 Καὶ εὐθὺς ἡ Λευκίππη πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον “ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς προκλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεισ” ὁ ἱερεὺς εἶπε “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ
7.2 τύχης.” Τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος ἡμῶν ἀπῄει κοιμησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν, ὁ Κλεινίας δὲ οὐκ ἦν ἡμῖν συνδειπνῶν, ὡς ἂν μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόκῳ· ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν, καὶ τὴν τότε.
7.3 Τὸν μέντοι Σώστρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα.
7.4 Διανεύω δὴ τῇ Λευκίππῃ νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν. Κἀκείνη δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχύ μου συνῆκε. Διενοεῖτο δὲ καὶ πρὸ τοῦ παρ’ ἐμοῦ νεύματος πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώματι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme