Book 8
14.1
Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο μουσικόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον οὕτως ἀκουσθῆναι, καὶ εὐθὺς ἀνεῳγμένας εἴδομεν τὰς θύρας.
14.2
Ὡς δὲ ἐξέθορεν ἡ Λευκίππη, πᾶς μὲν ὁ δῆμος ἐξεβόησεν ὑφ’ ἡδονῆς καὶ τὸν Θέρσανδρον ἐλοιδόρουν, ἐγὼ δὲ ὅστις ἐγεγόνειν οὐκ ἂν εἴποιμι λόγῳ. Μίαν μὲν δὴ ταύτην νίκην καλλίστην νενικηκότες ἀπῄειμεν, ἐπὶ δὲ τὴν δευτέραν κρίσιν ἐχωροῦμεν, τὴν Στύγα.
14.3
Καὶ ὁ δῆμος οὕτω μετεσκευάζετο καὶ πρὸς ταύτην τὴν θέαν· καὶ πάντα συνεπεραίνετο κἀκεῖ. Ἡ Μελίτη τὸ γραμματεῖον περιέκειτο· ἡ πηγὴ διαυγὴς καὶ ὀλίγη· ἡ δὲ ἐνέβη εἰς αὐτὴν καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ.
14.4
Τὸ δὲ ὕδωρ οἷον ἦν κατὰ χώραν ἔμενε, μηδὲ τὸ βραχύτατον ἀναθορὸν τοῦ συνήθους μέτρου. Ἐπεὶ δὲ ὁ χρόνος, ὃν ἐνδιατρίβειν ἐν τῇ πηγῇ διώριστο, παρεληλύθει, τὴν μὲν ὁ πρόεδρος δεξιωσάμενος ἐκ τοῦ ὕδατος ἐξάγει, δύο παλαίσματα τοῦ Θερσάνδρου νενικημένου· μέλλων δὲ καὶ τὸ τρίτον ἡττᾶσθαι, ὑπεκδὺς εἰς τὴν οἰκίαν ἐκδιδράσκει; φοβηθεὶς μὴ καὶ καταλεύσειεν αὐτὸν ὁ δῆμος.
14.5
Τὸν γὰρ Σωσθένην εἷλκον ἄγοντες νεανίσκοι τέτταρες, δύο μὲν τῆς Μελίτης συγγενεῖς, δύο δὲ οἰκέται· τούτους γὰρ ἐπεπόμφει ζητήσοντας αὐτὸν ἡ Μελίτη. Συνεὶς δὲ ὁ Θέρσανδρος πόρρωθεν καὶ καταμηνύσοντα τὸ πρᾶγμα εἰδώς, ἂν ἐν βασάνοις γένηται, φθάσας ἀποδιδράσκει καὶ νυκτὸς ἐπελθούσης τῆς πόλεως ὑπεξέρχεται.
14.6
Τὸν δὲ Σωσθένην εἰς τὴν εἱρκτὴν ἐκέλευσαν οἱ ἄρχοντες ἐμβληθῆναι, τοῦ Θερσάνδρου φυγόντος. Τότε μὲν οὖν ἀπηλλαττόμεθα, κατὰ κράτος ἤδη περιγενόμενοι καὶ ὑπὸ πάντων εὐφημούμενοι.