Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 8

12.8 Ἡ Ἄρτεμις ὁρᾷ τὴν Ἀφροδίτην γελῶσαν καὶ τὸ πραχθὲν συνίησι καὶ εἰς ὕδωρ λύει τὴν κόρην ἔνθα τὴν παρθενίαν ἔλυσε. Καὶ διὰ τοῦτο, ὅταν τις αἰτίαν ἔχῃ ἀφροδισίων, εἰς τὴν πηγὴν εἰσβᾶσα ἀπολούεται· ἡ δέ ἐστιν ὀλίγη καὶ μέχρι κνήμης μέσης.
12.9 Ἡ δὲ κρίσις· ἐγγράψασα τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο τῇ δέρῃ· κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ χώραν ἡ πηγή· ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργᾷ καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον ἐκάλυψε.
13.1 Ταῦτα εἰπόντες, καὶ τοῦ καιροῦ προελθόντος εἰσἑσπέραν, ἀπῄειμεν κοιμησόμενοι, χωρὶς ἕκαστος. Τῇ δὲ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν, ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι, ἐστόλιστο δὲ ἡ Λευκίππη τῇ ἱερᾷ στολῇ. Ποδήρης ὁ χιτών, ὀθόνης ὁ χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς.
13.2 Καὶ ἡ μὲν εἰσῆλθε πάνυ κοσμίως· ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον “ὅτι μὲν παρθένος ἡ Λευκίππη πεπίστευκα, ἀλλὰ τὸν Πᾶνα, ὦ φιλτάτη,
13.3 φοβοῦμαι. Θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ. Ἀλλ’ ἐκείνη μὲν ἔφυγε διώκοντα αὐτὸν ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει· σὲ δὲ καὶ εἴσω θυρῶν ἀπεκλείσαμεν ὡς ἐν πολιορκίᾳ,
13.4 ἵνα, ἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. Ἀλλ̓, ὦ δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου· ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. Ἐξίτω πάλιν ἡμῖν ἡ Λευκίππη παρθένος· ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις· μὴ ψεύσῃ τὴν παρθένον.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme