Book 8
9.3
Καταλιπὼν γὰρ τὴν πατρῴαν οἰκίαν, ὀλίγον ἑαυτῷ μισθωσάμενος στενωπεῖον, εἶχεν ἐνταῦθα τὸ οἴκημα, ὁμηρίζων μὲν τὰ πολλά, πάντας δὲ τοὺς χρησίμους πρὸς ἅπερ ἤθελε προσεταιριζόμενος. Καὶ οὕτω μὲν ἀσκεῖν τὴν ψυχὴν ἐνομίζετο· ἦν δ’ ἄρα τοῦτο κακουργίας ὑπόκρισις.
9.4
Ἔπειτα κἀν τοῖς γυμνασίοις ἑωρῶμεν πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλέκτρον περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπάλαιε, πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος· οὕτως αὑτοῦ κέχρηται καὶ τῷ σώματι.
9.5
Ταῦτα μὲν οὖν ὡραῖος ὥν· ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, πάντα ἀπεκάλυψεν, ἃ τότε ἀπέκρυπτε. Καὶ τοῦ μὲν ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται πρὸς ἀναισχυντίαν, ὑβρίζων πάντας, ἐπὶ τῶν προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν ὑφ’ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως βλασφημῶν ὑμῶν ἐναντίον.
9.6
Ἀλλ’ εἰ μὲν ἄλλῃ που βεβιωκὼς ἔτυχον καὶ μὴ παρ’ ὑμῖν, ἔδει μοι λόγων περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων· ἐπεὶ δὲ σύνιστέ μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι.
9.7
“Ἔλυσασ” φησὶ “τὸν θανάτου κατεγνωσμένον” καὶ ἐπὶ τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. Ἔστι δὲ οὐχ ὁ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ’ ὁ τοὺς μηδὲν ἀδικοῦντας μήτε βουλῆς μήτε δήμου κατεγνωκότος.