Book 8
8.4
Κατεγνώκατέ τινος θάνατον ἐφ’ αἷς δή ποτ’ οὖν αἰτίαις ʽοὐδὲν γὰρ διαφέρεἰ καὶ δεδεμένον εἰς τὸ δεσμωτήριον ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ· οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων ἕστηκεν ὁ δεσμώτης. Τάχα δὲ καὶ τολμήσει φωνὴν ἀφεῖναι καὶ ἐπιρρητορεῦσαί τι κατ’ ἐμοῦ, μᾶλλον δὲ καθ’ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου.
8.5
Λέγε δὲ τῶν προέδρων καὶ τῶν συμβούλων τὸ δόγμα. Ἀκούετε καθάπερ ἐψηφίσασθε καὶ τὴν περὶ τούτου μοι γραφήν. Ἔδοξεν ἀποθνήσκειν Κλειτοφῶντα. Ποῦ τοίνυν ὁ δήμιος; ἀπαγέτω τοῦτον λαβών. Δὸς ἤδη τὸ κώνειον.
8.6
Ἤδη τέθνηκε τοῖς νόμοις· κατάδικός ἐστιν ὑπερήμερος. Τί λέγεις, ὦ σεμνότατε καὶ κοσμιώτατε ἱερεῦ; Ἐν ποίοις ἱεροῖς γέγραπται νόμοις τοὺς ὑπὸ τῆς βουλῆς καὶ τῶν πρυτάνεων κατεγνωσμένους καὶ θανάτοις καὶ δεσμοῖς παραδοθέντας ἐξαρπάζειν τῆς καταδίκης καὶ τῶν δεσμῶν ἀπολύειν καὶ κυριώτερον σαυτὸν ποιεῖν τῶν προέδρων καὶ τῶν δικαστηρίων;
8.7
Ἀνάστηθι τοῦ θώκου, πρόεδρε, παραχώρησον τῆς ἀρχῆς αὐτῷ καὶ τοῦ δικαστηρίου· οὐκέτι οὐδενὸς εἶ κύριος· οὐδὲν ἔξεστί σοι κατὰ τῶν πονηρῶν ψηφίσασθαι, καὶ σήμερον ὅ τι δόξει λύεται. Τί ἕστηκας, ἱερεῦ, σὺν ἡμῖν ὡς τῶν πολλῶν εἷς;
8.8
Ἀνάβηθι καὶ κάθισον ἐν τῷ τοῦ προέδρου θρόνῳ καὶ σὺ δίκαζε λοιπὸν ἡμῖν, μᾶλλον δὲ κέλευε τυραννικῶς, μηδὲ ἀναγινωσκέσθω σοί τις νόμος μηδὲ γνῶσις δικαστηρίου, μηδ’ ὅλως ἄνθρωπον σεαυτὸν ἡγοῦ· μετὰ τῆς Ἀρτέμιδος προσκυνοῦ·