Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 7

2.1 Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, τοῦ δράματος ἤρχετο. Ἀνοιμώξας γὰρ πάνυ κακούργως “τίνα βίον” ἔφη “βιωσόμεθ’ ἔτι καὶ τί φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρκης ἡμῖν ὁ δίκαιος τρόπος· ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν ἡμᾶς. Ἔδει γάρ με μαντεύσασθαι τίς ἦν ὁ συμβαδίζων
2.2 μοι καὶ τί πεπραχὼς εἴη.” Καθ’ ἑαυτὸν δὲ ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ̓ ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών.
2.3 Ἀλλ’ ἐγὼ μὲν ἐφρόντιζον ὧν ὅδ’ ᾤμωζεν ὀλίγον· ἄλλος δέ τις τῶν συνδεδεμένων ʽπερίεργον γὰρ ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων κακῶν ἀκρόασιν, ἐπεὶ φάρμακον αὐτῷ τῆς ὧν ἔπαθε λύπης ἡ πρὸς ἄλλον εἰς τὸ παθεῖν κοινωνίἀ “τί δέ σοι συμβέβηκεν”
2.4 εἶπεν “ἀπὸ τῆς Τύχης; εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα πονηρῷ περιπεσεῖν δαίμονι. Τεκμαίρομαι δὲ ἐκ τῶν ἐμαυτοῦ.” Καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ̓ οἷς ἦν δεδεμένος. Ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον.
3.1 Ὡς δ’ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχημάτων “λέγοις ἂν” εἰπὼν “καὶ σὺ τὰ σαυτοῦ.” Ὁ δὲ “βαδίζων ἔτυχον” εἶπε “τὴν ἐξ ἄστεος χθές·”
3.2 ἐπορευόμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν. Προελθόντι δέ μοι σταδίους τέτταρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας “ποῖ” ἔφη “ἔχεις τὴν ὁδόν;” “Ἐπὶ Σμύρνησ” εἶπον. “Κἀγὢ ἔφη “τὴν αὐτὴν ἀγαθῇ τύχῃ.” Τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα, οἷα εἰκὸς ἐν ὁδῷ.
3.3 Ὡς δὲ εἴς τι πανδοκεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέτταρες καὶ προσεποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δ’ ἡμῖν πυκνὰ καὶ ἀλλήλοις ἐπένευον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme