Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 7

11.7 Αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίνδυνον ἔχῃ μείζονα· κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. Ἐλήρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου.
11.8 Καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; Οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον ἔργον τιθέμενοι παιδιάν; Οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;”
12.1 Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν ʽἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας ἐλάμβανε τῆς γνώσεωσ̓ ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσανδρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, ἦ μὴν οὐκ εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι.
12.2 Ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου, καὶ τῶν μὲν μάστιγας κομιζόντων τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme