Book 6
7.6
Ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸν ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν· μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ.
7.7
Τοιοῦτό τι τῷ Θερσάνδρῳ συμβεβήκει· ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει.
7.8
Λέγει οὖν πρὸς τὸν Σωσθένην προσκύψας “νῦν μὲν αὐτὴν θεράπευσον, ὁρᾷς γὰρ ὡς ἔχει λύπης· ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς ἂν μὴ ὀχληρὸς εἴην· ὅταν δ’ ἡμερώτερον διατεθῇ, τότε αὐτῇ διαλεχθήσομαι.
7.9
Σὺ δέ, ὦ γύναι, θάρρει· ταχὺ γὰρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.” Εἶτα πρὸς τὸν Σωσθένην πάλιν ἐξιὼν “ὅπως εἴπῃς τὰ εἰκότα περὶ ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσασ” ἔφη. Ἐπὶ τούτοις ἀπηλλάττετο.
8.1
Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς ἀγροὺς ἡ Μελίτη νεανίσκον ἀποστείλασα, ἐπείγειν αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένη φαρμάκων.
8.2
Ὡς οὖν ἧκεν οὗτος εἰς τοὺς ἀγρούς, καταλαμβάνει τὰς θεραπαινίδας ζητούσας τὴν Λευκίππην καὶ πάνυ τεταραγμένας· ὡς δὲ ἦν οὐδαμοῦ, δρόμῳ φθάσας ἀπήγγειλε τὸ συμβάν.
8.3
Ἡ δὲ ὡς ἤκουσε τὰ περὶ ἐμοῦ, ὡς εἴην εἰς τὸ δεσμωτήριον ἐμβληθείς, εἶτα περὶ τῆς Λευκίππης, ὡς ἀφανὴς ἐγένετο, νέφος αὐτῆς κατεχύθη λύπης.
8.4
Καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, ὑπενόει δὲ τὸν Σωσθένην· βουλομένη δὲ φανερὰν αὐτῆς τὴν ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ σοφίσματι τὴν ἀλήθειαν.