Book 6
5.5
Ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐστοχοῦμεν. Οὐδὲν οὖν ὑγιὲς ἐνενόουν περὶ τῆς Λευκίππης, ἀλλ’ ἦν ὕποπτά μοι πάντα καὶ μεστὰ δείματος.
6.1
Ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς· ὁ δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. Ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ καὶ δέος.
6.2
Ὁ γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι καλῶς ἀόρατος εἶναι τὸ παράπαν· φαίνεται γὰρ ἀκριβῶς ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ· ἡσθείς τε γὰρ ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς, καὶ ἀνιαθεὶς συνέστειλε τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς.
6.3
Ὡς οὖν ἤκουσεν ἡ Λευκίππη ἀνοιγομένων τῶν θυρῶν “ἦν δ’ ἔνδον λύχνοσ” , ἀνανεύσασα μικρὸν αὖθις τοὺς ὀφθαλμοὺς κατέβαλεν. Ἰδὼν δὲ ὁ Θέρσανδρος τὸ κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς ʽμάλιστα γὰρ ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλοσ̓, ἀφῆκε τὴν ψυχὴν ἐπ’ αὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν.
6.4
Ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγει “τί κάτω βλέπεις, γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς τὴν γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλμοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς.”