Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 6

3.4 Καὶ πρῶτον μὲν φθάσας καταμηνύει μου πρὸς τὸν Θέρσανδρον· ὁ γὰρ διαβαλὼν αὐτὸς ἦν· ἔπειτα καὶ περὶ Λευκίππης λέγει τι πάνυ πιθανῶς πλασάμενος. Ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν αὐτὸν τῆς Μελίτης ἀπαγάγοι, “κόρην ἐωνησάμην,
3.5 ὦ δέσποτα, χρῆμά τι κάλλους ἄπιστον. Οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. Ταύτην ἐφύλαττόν σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, διόπερ ἤθελον· ἀλλ’ οὐκ ἐξέφαινον, ἵνα τὴν δέσποιναν ἐπ’ αὐτοφώρῳ καταλάβοις, καὶ μή σου καταγελῴη μοιχὸς ἄτιμος καὶ ξένος.
3.6 Ἀφῄρηται δὲ ταύτην χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀποπέμψειν· ἡ τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. Ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ’ ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. Πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς ὑπὸ σοὶ γένοιτο.”
4.1 Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. Ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρακώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παραλαβών, τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευκίππῃ παροῦσαι, περιελθεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ’ ὁμιλίᾳ·
4.2 δύο δὲ ἄλλους ἐπαγαγών, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν “ἥκω σοι φέρων σωρὸν ἀγαθῶν, ἀλλ’ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme