Book 6
2.3
Ὡς δὲ ἀνέῳξε, καὶ παρελθοῦσα ἐμήνυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα· κἀκεῖνος, ὡς τὸ εἰκός, θέαμα ἰδὼν παραδοξότατον ἐξεπλάγη καὶ ἔστη σιωπῇ.
2.4
Λέγει οὖν πρὸς αὐτὸν “οὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα, ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλ’ ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι.
2.5
Χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μείνῃς, παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον.” Καὶ ὁ Πασίων ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακἰ “πάνυ” ἔφη “δέσποινα, τὸ σοὶ δοκοῦν
2.6
κἀμοὶ δοκεῖ καλῶς ἔχειν.” Ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν· ὅταν δ’ ἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι.
3.1
Καὶ ὁ μὲν οὕτως ἔπραξεν· ἐμοὶ δὲ ἡ συνήθης τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ’ ἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον αὖθις ἐπανελθόντα. Μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπόκοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν.
3.2
Ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία, καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δι’ ὅλης τῆς νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. Κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι δεινόν· ἐλελήθει δὲ καὶ ἄλλο τεχθέν μοι χαλεπώτερον.
3.3
Ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ὠνησάμενος, ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοικήσεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι.