Book 6
16.5
Θέρσανδρε. Στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, πρώτου Τυρίων γυνή· οὐκ εἰμὶ Θετταλή· οὐ καλοῦμαι Λάκαινα· ὕβρις αὕτη ἐστὶ πειρατική· λελῄστευμαι καὶ τοὔνομα.
16.6
Ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, Σώστρατος πατήρ, μήτηρ Πάνθεια. Ἀλλ̓ οὐδὲ πιστεύσεις ἐμοὶ λεγούσῃ. Φοβοῦμαι δὲ καὶ ἐὰν πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου τῆς ἐλευθερίας τὸν φίλτατον ἀπολέσῃ. Φέρε πάλιν ἐνδύσωμαί μου τὸ δρᾶμα· φέρε πάλιν περίθωμαι τὴν Λάκαιναν.”
17.1
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρον ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένην “ἤκουσας ἀπίστων ῥημάτων γεμόντων ἔρωτος, ὅσα εἶπεν, ὅσα ὠδύρατο, οἷα ἑαυτὴν κατεμέμψατο; ὁ μοιχός μου κρατεῖ πανταχοῦ· δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι. Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ.
17.2
Ὄφελον, ὦ Ζεῦ, γενέσθαι Κλειτοφῶν.” “Ἀλλ’ οὐ μαλακιστέον” ὁ Σωσθένης ἔφη “δέσποτα, πρὸς τὸ ἔργον, ἀλλ’ ἐπὶ τὴν κόρην ἰτέον αὐτήν.
17.3
Καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ καταράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνηκεν ἑτέρῳ, πάσχει τὴν ψυχὴν ὑπ’ αὐτοῦ· ἂν δ’ ἅπαξ εἰς ταὐτὸν ἔλθῃς “πολλῷ δὲ διαφέρεις ἐκείνου εἰς εὐμορφίαν” , ἐπιλήσεται τέλεον αὐτοῦ.
17.4
Παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ καὶ μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δ’ ἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει· προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε.”
17.5
Ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη· λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ γὰρ ἐπιθυμοῦν σύμμαχον ὃ θέλει λαβὸν ἐγείρει τὴν ἐλπίδα.