Book 5
6.3
Ὄρος ἦν ἐν μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν, ὑπέρρει δὲ ὕδωρ κάτωθεν τοῦ ποιήματος· τὸ δὲ ἐπὶ θαλάσσης εἱστήκει κρεμάμενον· ἐς δὲ τὴν τοῦ ὄρους ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἥλιος. Μετὰ δὲ ταῦτα ἡγεῖτο ἡμῖν ἐπὶ τὴν οἰκίαν· ἦν δὲ ἐπ’ ἐσχάτων τῆς νήσου κειμένη ἐπ’ αὐτῇ τῇ θαλάσσῃ.
7.1
Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. Μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν, καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν.
7.2
Ἐγὼ δὲ ὡς εἶδον φερομένην μοι τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν· καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ καὶ ὤκλασα. Ἐγὼ μὲν δὴ καταπεσὼν ἐρρεόμην αἵματι, οἱ δὲ ἐνθέμενοι τῷ σκάφει τὴν κόρην ἔφευγον.
7.3
Θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ λῃσταῖς γενομένης ὁ στρατηγὸς τῆς νήσου παρῆν· ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος. Δεικνύω δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς· ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει. Τούτων ἑνὸς ἐπιβὰς ὁ στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ φρουρᾷ· κἀγὼ δὲ συνανέβην φοράδην κομισθείς.
7.4
Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ χεῖρε δεδεμένην τὴν κόρην, καί τις αὐτῶν μεγάλῃ τῇ φωνῇ “ἰδοὺ τὸ ἆθλον ὑμῶν” εἰπὼν ἀποτέμνει αὐτῆς τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ κατὰ τῆς θαλάσσης.