Book 5
23.6
Ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν ᾔδειν, μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ χάριν ἔτυπτεν, ὑποπτεύσας δὲ μανικὸν εἶναι ἐδεδοίκειν ἀμύνασθαι, καίτοι δυνάμενος.
23.7
Ἐπεὶ δὲ ἐκάμομεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν, λέγω πρὸς αὐτὸν ἀναστὰς “τίς ποτε εἶ, ὦ ἄνθρωπε, καὶ τι με οὕτως ᾐκίσω;” Ὁ δὲ ἔτι μᾶλλον ὀργισθεὶς ὅτι καὶ φωνὴν ἀφῆκα, ῥαπίζει πάλιν καὶ καλεῖ δεσμὰ καὶ πέδας. Δεσμεύουσιν οὖν με καὶ ἄγουσιν εἴς τι δωμάτιον.
24.1
Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει με διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσδεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων· καὶ ἡ Μελίτη ἀναιρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων ἦν.
24.2
Ὡς δὲ ἀνέγνω καθ’ ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν εὐθέως τὴν καρδίαν γνωρίσασα τοὔνομα, οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτηκέναι.
24.3
Ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέτυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ· ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως.
25.1
Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχεν Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. Ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα,