Book 5
21.3
Ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ’ ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. Ὡς δὲ εἰς τὸν θάλαμον παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, ἡ δ’ ἐλιπάρει καὶ ἔλεγε “τί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; Ἰδοὺ καὶ τὴν θάλατταν διεπλεύσαμεν, ἰδοὺ καὶ Ἔφεσος ἡ προθεσμία τῶν γάμων.
21.4
Ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; Ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν· τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ· τοιαύτην ἔχω τὴν εὐνήν,
21.5
οἵαν ὁ Τάνταλος τὴν τροφήν.” Ταῦτα ἔλεγε καὶ ἔκλαεν ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε παθεῖν μέ τι τὴν ψυχήν. Οὐκ εἶχον δὲ ὅστις γένωμαι· καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν.
21.6
Λέγω οὖν πρὸς αὐτὴν “ὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς· ἦ μὴν σφόδρα καὶ αὐτὸς ἐπείγομαί σου τὴν σπουδὴν ἀμείψασθαι. Ἀλλ’ οὐκ οἶδα” ἔφην “τί πέπονθα· νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν.
21.7
Οἶδας δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη.” Καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ ὅρκοις ἑτέροις ἐπιστούμην ὡς οὐκ εἰς μακρὰν ὧν θέλει τεύξεται.
22.1
Τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο· τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέλειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ ἀξίως αὐτῇ κέχρηνται· φασκουσῶν δὲ μηδὲν τῶν δεόντων ἐπιλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν.