Book 5
16.7
Ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην “φιλοσοφήσωμεν” εἶπον “ὦ γύναι, μέχρις ἂν λαβώμεθα γῆς· ὄμνυμι γάρ σοι τὴν θάλατταν αὐτὴν καὶ τὴν τοῦ πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. Ἀλλ’ εἰσὶ καὶ θαλάσσης νόμοι.
16.8
Πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων, καθαρὰ δεῖν ἀφροδισίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐν τηλικούτῳ κινδύνῳ τρυφᾷ. Μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ· μὴ συμμίξωμεν γάμον ὁμοῦ καὶ φόβον· τηρήσωμεν ἑαυτοῖς καθαρὰν τὴν ἡδονήν.” Ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν.
17.1
Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. Οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ, θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής.
17.2
Κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον ἑτοιμάζειν· “ἡμεῖς δὲ τέωσ” ἔφη “χωρήσωμεν εἰς τοὺς ἀγρούς.” Ἀπεῖχον δὲ τῆς πόλεως σταδίους τέτταρας. Ἐπικαθίσαντες οὖν ὀχήματι ἐξήλθομεν.
17.3
Καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει τοῖς γόνασιν ἡμῶν γυνή, χοίνιξι παχείαις δεδεμένη, δίκελλαν κρατοῦσα, τὴν κεφαλὴν κεκαρμένη, ἐρρυπωμένη τὸ σῶμα, χιτῶνα ἀνεζωσμένη ἄθλιον πάνυ, καὶ “ἐλέησόν με” ἔφη “δέσποινα, γυνὴ γυναῖκα, ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν, ὡς δοκεῖ τῇ Τύχῃ,” καὶ ἅμα ἐσιώπησε.
17.4
Λέγει οὖν ἡ Μελίτη “ἀνάστηθι, ὦ γύναι· λέγε τίς εἶ καὶ πόθεν, καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον· κέκραγε γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν.” “Ὁ σὸσ” εἶπεν “οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον.