Book 5
13.5
Λέγω δὴ πρὸς αὐτὴν συνεὶς “ἀλλὰ σύ γε οὐδενὸς μετέχεις τῶν σῶν αὐτῆς, ἀλλ’ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν·” ἡ δὲ ʽποῖον γὰρ ὄψον’ ἔφη “μοι πολυτελέστερον ἢ ποῖος οἶνος τιμιώτερος τῆς σῆς ὄψεως;” καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον οὐκ ἀηδῶς τὰ φιλήματα· εἶτα διασχοῦσα εἶπεν “αὕτη μοι τροφή.”
14.1
Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης ἡ μὲν ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμησόμενον, ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. Μόλις οὖν ἀφίησιν ἀνιωμένη.
14.2
Τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ· συμπαρῆσαν δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας· καὶ ὠμνύομεν ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσεσθαι καὶ πάντων ἀποφανεῖν δεσπότην.
14.3
“Ἄρξει δὲ” εἶπον ἐγὼ “τῶν συνθηκῶν ἡ εἰς Ἔφεσον ἡμῶν ἄφιξις· ἐνταῦθα γάρ, ὡς ἔφην, Λευκίππῃ παραχωρήσεις.” Δεῖπνον οὖν ἡμῖν ηὐτρεπίζετο πολυτελές, καὶ ὄνομα μὲν ἦν τῷ δείπνῳ γάμοι, τὸ δὲ ἔργον συνέκειτο ταμιεύεσθαι.
14.4
Καί τι μέμνημαι καὶ γελοῖον παρὰ τὴν ἑστίασιν τῆς Μελίτης. Ὡς γὰρ ἐπευφήμουν τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με ἡσυχῆ “καινὸν” εἶπεν “ἐγὼ μόνη πέπονθα. Κενοτάφιον μὲν γὰρ εἶδον, κενογάμιον δ’ οὔ.” Ταῦτα μὲν οὖν ἔπαιζε σπουδῇ.