Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 5

10.5 Καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπισχεῖν.
10.6 ʽΤάχα γὰρ αὐτοὺς ἐξευρήσομεν, καὶ οὐ δεῖ τὸ συμβὰν ἀτύχημα μανθάνειν Σώστρατον. Ἄσμενοι δὲ ὅπου ποτ̓ ἂν ὦσιν ὄντες μάθωσι τὴν ἐγγύην καὶ ἀφίξονται, εἴγε αὐτοῖς ἐξέσται φανερῶς ἔχειν ὑπὲρ οὗ πεφεύγασιν.ʼ
10.7 Ἐπολυπραγμόνει δὲ παντὶ σθένει ποῖ κεχωρήκατε. Καὶ ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται Διόφαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκώς, καὶ λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο· κἀγὼ μαθών, ὡς εἶχον, εὐθὺς ἐπιβὰς νεὼς ὀγδόην ταύτην ἡμέραν πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. Πρὸς ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς ἥξοντος ἐνταῦθα τοῦ σοῦ.”
11.1 Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ “ὦ δαῖμον” λέγων, “νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμους ἐκ μέσου πολέμου πέμπει, μετρήσας ἀκριβῶς τὰς ἡμέρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν.
11.2 Ὢ τῶν ἐξώρων εὐτυχημάτων, ὦ μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν. Μετὰ θάνατον γάμοι, μετὰ θρῆνον ὑμέναιοι. Τίνα μοι δίδωσι νύμφην ἡ Τύχη; ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν.”
11.3 “Οὐ θρήνων νῦν καιρὸσ” ὁ Κλεινίας εἶπεν, “ἀλλὰ σκεψώμεθα, πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενετέον.” “Οὐδέτερον” εἶπον· ʽποίῳ γὰρ ἂν ἴδοιμι προσώπῳ τὸν πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, εἶτα καὶ τὴν παρακαταθήκην αὐτῷ τἀδελφοῦ διαφθείρας; φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν.ʼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme