Book 4
3.3
Ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι ἐπικαλύπτουσιν ἄνωθεν καλάμοις καὶ χώματι· ὑπὸ δὲ τὴν τῶν καλάμων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρίου λοχᾶν·
3.4
τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθύς, καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑποδέχεσθαι, καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώματος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν οὐδεὶς ἂν αὐτοῦ κρατήσειε βίᾳ.
3.5
Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώτατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει πείθεσθαι σιδήρου τραύματι, ἀλλ’ ἐστίν, ὡς εἰπεῖν, ἐλέφας Αἰγύπτιος. Καὶ γὰρ δεύτερος φαίνεται εἰς ἀλκὴν ἐλέφαντος Ἰνδοῦ.”
4.1
Καὶ ὁ Μενέλαος ʽἦ γὰρ ἐλέφαντἀ ἔφη “ἤδη τεθέασαί ποτε;” “Καὶ μάλα” ὁ Χαρμίδης εἶπεν, “καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ
4.2
τὸν τρόπον ὡς παράδοξος.” “Ἀλλ’ ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτην” ἔφην ἐγὼ “τὴν ἡμέραν, ὅτι μὴ γραφῇ.” “Λέγοιμ’ ἂν ὑμῖν” εἶπε, ʽκαὶ γὰρ ἄγομεν σχολήν. Κύει μὲν αὐτὸν ἡ μήτηρ χρονιώτατον· δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν σποράν, μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτει, ὅταν ὁ τόκος γέρων γένηται.
4.3
Διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν· βιοῦν γὰρ αὐτὸν λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην.