Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 4

1.8 θεοῦ.” “καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. Ἀναλογιζόμενος δὲ τὸν τῆς Λευκίππης ὄνειρον, οὐ μετρίως ἐταραττόμην.”
2.1 “Ἐν τούτῳ δὴ Χαρμίδης ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ στρατηγᾦ ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών. Ἔτυχον ποτάμιον θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον· ἵππον δὲ αὐτὸν τοῦ Νείλου καλοῦσιν οἱ Αἰγύπτιοι.
2.2 Καὶ ἔστι μὲν ἵππος, ὡς ὁ λόγος βούλεται, τὴν γαστέρα καὶ τοὺς πόδας, πλὴν ὅσον εἰς χηλὴν σχίζει τὴν ὁπλήν· μέγεθος δὲ κατὰ τὸν βοῦν τὸν μέγιστον· οὐρὰ βραχεῖα καὶ ψιλὴ τριχῶν·
2.3 κεφαλὴ περιφερὴς οὐ σμικρά· ἐγγὺς ἵππου παρειαί· μυκτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός· γένυς εὐρεῖα, ὅση καὶ παρειά· μέχρι τῶν κροτάφων ἀνοίγει τὸ στόμα· ἔχει δὲ καὶ κυνόδοντας καμπύλους κατὰ μὲν τὴν ἰδέαν καὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον.”
3.1 “καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ ἡ Λευκίππη συμπαρῆν. Ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ τὴν Λευκίππην δὲ ὁ στρατηγός·
3.2 καὶ εὐθὺς ἑαλώκει. Βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ ἔχοι τοῖς ὀφθαλμοῖς αὑτοῦ χαρίζεσθαι, περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώτατον καὶ ποιεῖται τροφὴν ὅλον λήιον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme