Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 4

17.5 φωνὴ “Κλειτοφῶν.” Ἀναπηδήσας οὖν πρόσειμί τε αὐτῇ καὶ πυνθάνομαι πῶς ἔχει· ἡ δὲ ἐῴκει μὲν μηδὲν ὧν ἔπραξεν ἐγνωκέναι, τὰ δεσμὰ δὲ ἰδοῦσα ἐθαύμαζε καὶ ἐπυνθάνετο τίς ὁ δήσας εἴη. Ἐγὼ δὲ ἰδὼν σωφρονοῦσαν ὑπὸ πολλῆς χαρᾶς ἔλυον μὲν μετὰ θορύβου τὰ δεσμά, μετὰ ταῦτα δὲ ἤδη τὸ πᾶν αὐτῇ διηγοῦμαι· ἡ δὲ ᾐσχύνετο ἀκροωμένη καὶ ἠρυθρία καὶ ἐνόμιζε τότε αὐτὰ ποιεῖν.
17.6 Τὴν μὲν οὖν ἀνελάμβανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. Ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον· ὁ γὰρ Σάτυρος ἔτυχεν ἐζωσμένος ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο δὲ ὑπὸ τῶν λῃστῶν οὔτε αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν.
18.1 Ἐν τούτῳ δὲ καὶ τοὺς· λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. Ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως, παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. Συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως.
18.2 Ἦν δὲ τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην ἁλιεύς, ἐστρατεύετο δὲ μισθοῦ κατὰ τῶν βουκόλων τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον τῆς στρατείας ἀπήλλακτο.
18.3 Ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ καὶ πολλή τις ὄψεως ἡδονή, ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν, καὶ ἦν ἅπας ὁ ποταμὸς ἑορτή· ἐῴκει δὲ ὁ πλοῦς κωμάζοντι ποταμῷ. Ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον ἄνευ τῆς πρὸς οἶνον ὁμιλίας, κρῖναι θέλων τοῦ πώματος τὴν ἡδονήν· οἶνος γὰρ φύσεως ὕδατος κλοπή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme