Book 4
14.7
Διακρῖναι δ’ οὐκ ἦν τί λίμνη καὶ τί πεδίον, ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς,
14.8
δόξας γῆν εἶναι, κατεδύετο. Καὶ ἦν καινὰ ἀτυχήματα, ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ· ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία,
14.9
καὶ ἐν τῇ γῇ ναυαγία. Οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. Ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλὸν ὅπου φοβεῖται δεδούλωται, καὶ τὸ μάχιμον ἐν οἷς θαρρεῖ παρώξυνται· ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστερον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ.
15.1
Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. Ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν ὀνειροπολουμένη τὴν φωνὴν “διὰ σὲ μαίνομαι, Γοργία.” Ἐπεὶ οὖν ἕως ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη που κατὰ τὴν κώμην Γοργίας.
15.2
Προελθοῦσι δ’ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με “σωτὴρ ἥκω σὸσ” ἔφη “καὶ τῆς σῆς γυναικός.” Ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομίσας τὸν ἄνθρωπον “μὴ Γοργίασ” εἶπον “τυγχάνεις;” “Οὐ μὲν οὖν” εἶπεν “ἀλλὰ Χαιρέας· Γοργίας γάρ σε ἀπολώλεκεν.”
15.3
Ἔτι μᾶλλον ἔφριξα καὶ λέγω “τίνα ταύτην ἀπώλειαν, καὶ τίς ἐστιν ὁ Γοργίας; δαίμων γάρ μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ· σὺ δὲ ἐξηγητὴς γενοῦ τῶν θείων μηνυμάτων.” “Γοργίας ἦν μὲν” ἔφη “Αἰγύπτιος στρατιώτης· νῦν δὲ οὐκέτ’ ἔστιν, ἀλλ̓ ἔργον γέγονε τῶν βουκόλων· ἤρα δὲ τῆς σῆς γυναικός.