Book 3
5.4
Ἀνοιμώξας οὖν “ἐλέησον” ἔφην “δέσποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα. Πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν· εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν· ἓν ἡμᾶς κῦμα καλυψάτω· εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω,
5.5
ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶμεν.” Μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέπαυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος. Μεστὴ δὲ ἦν ἡ θάλαττα νεκρῶν σωμάτων. Τοὺς μὲν οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα· καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια· κατεῖχον δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν·
5.6
ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβόμενοι τοὺς θεοὺς ἀνευφημοῦμεν· εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες αὐτοὺς ἀπολωλέναι.
6.1
Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου· τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε· προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ’ αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός.
6.2
Προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες ʽκαὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεόν’ περιῄειμεν τὸν νεών.
6.3
Κατὰ δὲ τὸν ὀπισθόδομον ὁρῶμεν εἰκόνα διπλῆν, καὶ ὁ γραφεὺς ἐπεγέγραπτο· Εὐάνθης μὲν ὁ γραφεύς, ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω “διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ὁ ζωγράφοσ” , ἀδελφαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί.