Book 3
20.5
Πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευσάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν.
20.6
Λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις καὶ τῷ ναυαγίῳ καθ’ ἡμᾶς τῷ ῥοΐ κομισθεῖσα, ἣν ὁ Μενέλαος ἀναιρεῖται· καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ “προσεδόκα γάρ τι σπουδαῖον ἔνδον εἶναι” ἀνοίγει τὴν κίστην καὶ ὁρῶμεν χλαμύδα καὶ ξίφος, τὴν μὲν κώπην ὅσον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον,
20.7
δακτύλων ὅσον τριῶν. Ὡς δὲ ἀνελόμενος τὸ ξίφος ὁ Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατατρέχει τοσοῦτον, ὅσον εἶχεν ἡ κώπη τὸ μέγεθος· ὡς δὲ ἀνέστρεψεν εἰς τοὔμπαλιν, αὖθις ὁ σίδηρος εἴσω καταδύεται. Τούτῳ δ᾽ ἄρα, ὡς εἰκός, ὁ κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.”
21.1
“λέγω οὖν πρὸς τὸν Μενέλαον “θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνιεῖται· δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν·
21.2
ἄκουσον δὲ ποίῳ τρόπῳ. Δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτ̓ ἐμπλήσαντες θηρείων σπλάγχνων καὶ αἵματος, τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς ἂν μὴ ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραις τε καὶ ζώμασιν ἐνδεδεμένῃ τὴν σκευὴν ταύτην ἐπικρύψωμεν.