Book 2
7.5
ἐπιπολῆς ψαύουσά μου τῶν χειλέων. Κἀγὼ κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων τὴν συμβολήν, τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳδήν. Κἀγὼ τότε δὴ περιβαλὼν φανερῶς κατεφίλουν, ἡ δὲ διασχοῦσα “τί ποιεῖς;” ἔφη. “καὶ σὺ κατεπᾴδεις;” “Τὴν ἐπῳδὸν” εἶπον “φιλῶ, ὅτι
7.6
μου τὴν ὀδύνην ἰάσω.” Ὡς δὲ συνῆκεν ὃ λέγω καὶ ἐμειδίασε, θαρρήσας εἶπον “οἴμοι, φιλτάτη, πάλιν τέτρωμαι χαλεπώτερον· ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. Ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις· καὶ γὰρ μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα.
7.7
Ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν παραδράμῃς, μὴ πάλιν ἀγριάνῃ τὸ τραῦμα.” Καὶ ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέβαλλον καὶ ἐφίλουν ἐλευθερώτερον· ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν.
8.1
κἀν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δ’ οὐκ οἶδ’ ὅπως. Ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων, ᾐσθόμην δὲ ἐπικαθημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος, καὶ ἐφύλαττον ἀκριβῶς ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν ἐστιν ἐραστῇ γλυκύ.
8.2
Καὶ γὰρ ἀπὸ τοῦ καλλίστου τῶν τοῦ σώματος ὀργάνων τίκτεται· στόμα γὰρ φωνῆς ὄργανον· φωνὴ δὲ ψυχῆς σκιά. Αἱ γὰρ τῶν στομάτων συμβολαὶ κιρνάμεναι καταπέμπουσι κατὰ τῶν στέρνων τὴν ἡδονὴν καὶ ἕλκουσι τὰς ψυχὰς πρὸς τὰ φιλήματα.
8.3
Οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθεὶς ἐκ τῆς καρδίας· καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ.