Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 2

36.3 Ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ σκήνει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν· τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. Εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη.
36.4 Οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανὸν διὰ κάλλος γυνή. Καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς. Ἀλλ’ Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή· ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· ἡ δὲ πρότερον διάκονος τῆς τιμῆς ἐξέωσται· ἦν γάρ, οἶμαι, γυνή.”
37.1 Ὑπολαβὼν οὖν ἐγὼ “καὶ μὴν οὐράνιον” ἔφην “ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται. Ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον.
37.2 Ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. Διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί.
37.3 Οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. Ἐλεῶ δὲ αὐτοῦ τὴν ἁρπαγήν. Ὄρνις ἐπ’ αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν ἐσταυρουμένῳ· καὶ τὸ θέαμά ἐστιν αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme