Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 2

34.3 τὰ λεπτὰ διώκοντες τῶν θηρίων. Ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε· καὶ ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκραγότος “ἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας, πονηρὸν τὸ θηρίον·” ᾅξας δὲ ὁ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ’ αὐτό.
34.4 Καὶ οἱ μὲν συνέπιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλησάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ βέλος, τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν.
34.5 Τίνα οἴει με τότε ψυχὴν ἔχειν, εἰ καὶ ψυχὴν εἶχον ὅλως; Τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνήσκων οὐκ ἐμίσει με τὸν πονηρὸν ὁ ὑπ’ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ περιπλεκόμενος δεξιᾷ.
34.6 Ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ μειρακίου γονεῖς οὐκ ἄκοντα· καὶ γὰρ παρελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. Ἐλεήσαντες οὖν οἱ δικασταὶ προσετίμησάν μοι τριετῆ φυγήν· ἧς νῦν τέλος ἐχούσης, αὖθις ἐπὶ τὴν ἐμαυτοῦ καταίρω.”
34.7 Ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πάτροκλον πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους· καὶ ὁ Μενέλαος “τἀμὰ δακρύεισ” ἔφη “ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε;” Στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme