Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 2

15.3 Τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. Βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χρόαν εὐτυχεῖ· τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸ νῶτον πλατύς, τὴν γαστέρα πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών· ἡ χρόα δὲ οἵαν Ὅμηρος ἐν τοῖς τοῦ Θρᾳκὸς ἵπποις ἐπαινεῖ.
15.4 Βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. Εἰ δὲ ὁ μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο.
16.1 Ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα· σκηψαμένη δὲ καὶ ἡ Λευκίππη νοσεῖν, ἔνδον ὑπέμεινε ʽσυνέκειτο γὰρ ἡμῖν ἐς ταὐτὸν ἐλθεῖν, ὡς ἄν τῶν πολλῶν ἐξιόντων̓, ὥστε συνέβη τὴν ἀδελφὴν τὴν ἐμὴν μετὰ τῆς Λευκίππης μητρὸς προελθεῖν.
16.2 Ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς ποτε, τὴν δὲ Καλλιγόνην ἰδὼν τὴν ἐμὴν ἐμὴν ἀδελφήν, νομίσας Λευκίππην εἶναι ʽἐγνώρισε γὰρ τοῦ Σωστράτου τὴν γυναῖκἀ, πυθόμενος οὐδὲν ʽἦν γὰρ ἑαλωκὼς ἐκ τῆς θέασ̓ δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς ἐπ’ αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς ἁρπαγῆς. Πανήγυρις δὲ ἐπέκειτο, καθ’ ἣν ἠκηκόει πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme