Book 1
1.10
Ἡπαρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. Χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος· λευκὸς ὁ χιτών, ἡ χλαῖνα πορφυρᾶ, τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο.
1.11
Βαθὺς ὀμφαλός, γαστὴρ τεταμένη, λαπάρα στενή· τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. Μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες· ἡ συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον ὁ χιτών.
1.12
Αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ’ οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη. Ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέτατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. Ἡ δὲ ἐπεκάθητο τῷ ταύρῳ δίκην πλεούσης νεώς, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρωμένη.
1.13
Περὶ δὲ τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες· εἶπες ἂν αὐτῶν γεγράφθαι καὶ τὰ κινήματα. Ἔρως εἷλκε τὸν βοῦν· Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν, ἤρτητο τὴν φαρέτραν, ἐκράτει τὸ πῦρ· ἐπέστραπτο δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, ὥσπερ αὐτοῦ καταγελῶν ὅτι δι’ αὐτὸν γέγονε βοῦς.
2.1
Ἐγὼ δὲ καὶ τἆλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα καὶ “οἷον” εἶπον “ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάττης.” Ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστὼς “ἐγὼ ταῦτ’ ἂν ἐδείκνυν”