Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 1

18.3 Γίνεται δὲ καὶ ἐν τοῖς ἑρπετοῖς ἄλλο ἔρωτος μυστήριον, οὐ τοῖς ὁμογενέσι μόνον πρὸς ἄλληλα, ἀλλὰ καὶ τοῖς ἀλλοφύλοις. Ὁ ἔχις ὁ τῆς γῆς ὄφις εἰς τὴν σμύραιναν οἰστρεῖ· ἡ δὲ σμύραινά ἐστιν ἄλλος ὄφις θαλάσσιος, εἰς μὲν τὴν μορφὴν ὄφις, εἰς δὲ τὴν χρῆσιν ἰχθύς.
18.4 Ὅταν οὖν εἰς γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. Ἀλλ’ οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται ʽοἶδε γὰρ ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρεἰ, ἀλλ’ ἄνεισιν εἰς πέτραν καὶ περιμένει τὸν νυμφίον καθῆραι τὸ στόμα.
18.5 Ἑστᾶσιν οὖν ἀμφότεροι πρὸς ἀλλήλους βλέποντες, ὁ μὲν ἐραστὴς ἠπειρώτης, ἡ δ’ ἐρωμένη νησιῶτις. Ὅταν οὖν ὁ ἐραστὴς ἐξεμέσῃ τῆς νύμφης τὸν φόβον, ἡ δὲ ἐρριμμένον ἴδῃ τὸν θάνατον χαμαί, τότε καταβαίνει τῆς πέτρας καὶ εἰς τὴν ἤπειρον ἐξέρχεται καὶ τὸν ἐραστὴν περιπτύσσεται καὶ οὐκέτι φοβεῖται τὰ φιλήματα.”
19.1 Ταῦτα ἅμα λέγων ἐνέβλεπον τῇ κόρῃ πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. Τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταῶ ἧττον ἐδόκει μοι τοῦ τῆς Λευκίππης εἶναι προσώπου. Τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος ἤριζεν ἄνθη· ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χρόαν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme