Book 1
14.1
Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ· ἑτέρωθεν δὲ καθ’ αὑτὸν ὁ Κλεινίας· καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός. “Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. Τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό μου τῷ δώρῳ τρυφῶν;
14.2
Ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνιδίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. Οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. Ἵππε πάντων θηρίων ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους.
14.3
Ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. Οὐχ ἥδου προσαπτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, ἀλλ’ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. Οἴμοι δυστυχής· ἐγώ σοι τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.”
15.1
Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην· ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. Ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν· καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τοῦ τειχίου “τέσσαρες δὲ ἦσαν πλευραὶ” κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανήγυρις.
15.2
Ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ’ ἄλλον, ἐγίνοντο τῶν πετάλων περιπλοκαί, τῶν φύλλων περιβολαί, τῶν καρπῶν συμπλοκαί· τοιαύτη τις ἦν ὁμιλία τῶν φυτῶν.