Book 1
11.2
γαμεῖν μὲν οὐκ ἂν δυναίμην· ἄλλῃ γὰρ δέδομαι παρθένῳ· ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατὴρ δίκαια αἰτῶν, οὐ ξένην, οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ’ ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ’ αὑτοῦ μοι δίδωσι θυγατέρα, καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν, νῦν δὲ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω.
11.3
Ἐν μεθορίῳ κεῖμαι δύο ἐναντίων· Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. Ὁ μὲν ἕστηκεν αἰδοῖ κρατῶν, ὁ δὲ κάθηται πυρπολῶν. Πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ φύσις, καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ’ ἀντίδικον ἔχω χαλεπώτερον. Βασανίζει τὸν δικαστήν, ἕστηκε· μετὰ βελῶν, κρίνει μετὰ πυρός. Ἂν ἀπειθήσω, πάτερ, αὐτῷ, κάομαι τῷ πυρί.”
12.1
Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ· ἐξαίφνης δέ τις εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προσώπου τὴν ἀγγελίαν τοῦ κακοῦ, ὡς τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον “κακόν τι γέγονε Χαρικλεῖ.” Ἅμα δὲ αὐτοῦ λέγοντος συνεξεφώνησεν ὁ οἰκέτης “τέθνηκε
12.2
Χαρικλῆς.” Τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν ἀφῆκεν ἡ φωνὴ καὶ ἔμεινεν ἀκίνητος, ὥσπερ τυφῶνι βεβλημένος τῷ λόγῳ· ὁ δὲ οἰκέτης διηγεῖται “ἐπὶ τὸν ἵππον τὸν σὸν ἐκάθισεν, ὦ Κλεινία, ὃς τὰ μὲν πρῶτα ἤλαυνεν ἠρέμα· δύο δὲ ἢ τρεῖς δρόμους περιελθὼν τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας.