Thesauros Literature Novel τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα

τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα Achilles Tatius

Book 1

8.2 ἵνα πεδηθῇς; Οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος “τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντες;” Αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει·
8.3 κἀκεῖναι γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. Ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ’ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς. Βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. Ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν· “Ἀτυχὴς ὁ μέλλων γαμεῖν· ἐπὶ πόλεμον,
8.4 δοκῶ μοι, πέμπεται.” Ἀλλ’ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα· νῦν δὲ κἂν ἄλλοις λέγοις ὅσων ἐνέπλησαν μύθων γυναῖκες τὴν σκηνήν. Ὅρμος Ἐριφύλης, Φιλομήλας ἡ τράπεζα, Σθενεβοίας ἡ διαβολή, Ἀερόπης ἡ κλοπή, Πρόκνης ἡ σφαγή.
8.5 Ἂν τὸ Χρυσηίδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν τὸ Βρισηίδος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή.
8.6 Τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ, ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; Ἀπέκτεινεν Ἱππόλυτον φιλοῦσα Φαίδρα,
8.7 Κλυταιμνήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. Ὦ πάντα τολμῶσαι γυναῖκες· κἂν φιλῶσι, φονεύουσι· κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ· καὶ ταύτην ἀπέκοψεν, ὦ Ζεῦ, τὴν κεφαλὴν γυνή.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme