Thesauros Literature mythology Epitome

Epitome

Epitome Apollodorus
7.10 ἀναχθεὶς δὲ συμπάσαις ναυσὶ παραγίνεται εἰς Αἰολίαν νῆσον, ἧς ὁ βασιλεὺς ἦν Αἴολος. οὗτος ἐπιμελητὴς ὑπὸ Διὸς τῶν ἀνέμων καθεστήκει καὶ παύειν καὶ προΐεσθαι. ὃς ξενίσας Ὀδυσσέα δίδωσιν αὐτῷ ἀσκὸν βόειον, ἐν ᾧ κατέδησε τοὺς ἀνέμους, ὑποδείξας οἷς δεῖ χρῆσθαι πλέοντα, τοῦτον ἐν τῷ σκάφει καταδήσας. ὁ δὲ Ὀδυσσεὺς ἐπιτηδείοις ἀνέμοις χρώμενος εὐπλοεῖ, καὶ πλησίον Ἰθάκης ὑπάρχων ἤδη τὸν ἀναφερόμενον ἐκ τῆς πόλεως καπνὸν ἰδὼν ἐκοιμήθη.
7.11 οἱ δὲ ἑταῖροι νομίζοντες χρυσὸν ἐν τῷ ἀσκῷ κομίζειν αὐτόν, λύσαντες τοὺς ἀνέμους ἐξαφῆκαν, καὶ πάλιν εἰς τοὐπίσω παρεγένοντο ὑπὸ τῶν πνευμάτων ἁρπασθέντες. Ὀδυσσεὺς δὲ ἀφικόμενος πρὸς Αἴολον ἠξίου πομπῆς τυχεῖν, ὁ δὲ αὐτὸν ἐκβάλλει τῆς νήσου λέγων ἀντιπρασσόντων τῶν θεῶν μὴ δύνασθαι σώζειν.
7.12 πλέων οὖν κατῆρε πρὸς Λαιστρυγόνας, καὶ τὴν ἑαυτοῦ ναῦν καθώρμισεν ἐσχάτως. Λαιστρυγόνες δʼ ἦσαν ἀνδροφάγοι, καὶ αὐτῶν ἐβασίλευεν Ἀντιφάτης. μαθεῖν οὖν Ὀδυσσεὺς βουλόμενος τοὺς κατοικοῦντας ἔπεμψέ τινας πευσομένους. τούτοις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ συντυγχάνει καὶ αὐτοὺς ἄγει πρὸς τὸν πατέρα.
7.13 ὁ δὲ ἕνα μὲν αὐτῶν ἁρπάσας ἀναλίσκει, τοὺς δὲ λοιποὺς ἐδίωκε φεύγοντας κεκραγὼς καὶ συγκαλῶν τοὺς ἄλλους Λαιστρυγόνας. οἱ δὲ ἦλθον ἐπὶ τὴν θάλασσαν καὶ βάλλοντες πέτροις τὰ μὲν σκάφη κατέαξαν, αὐτοὺς δὲ ἐβίβρωσκον. Ὀδυσσεὺς δὲ κόψας τὸ πεῖσμα τῆς νεὼς ἀνήχθη, αἱ δὲ λοιπαὶ σὺν τοῖς πλέουσιν ἀπώλοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme