Thesauros Literature mythology Epitome

Epitome

Epitome Apollodorus
6.16 Δημοφῶν δὲ Θρᾳξὶ Βισάλταις μετʼ ὀλίγων νεῶν προσίσχει, καὶ αὐτοῦ ἐρασθεῖσα Φυλλὶς ἡ θυγάτηρ τοῦ βασιλέως ἐπὶ προικὶ τῇ βασιλείᾳ συνευνάζεται ὑπὸ τοῦ πατρός. ὁ δὲ βουλόμενος εἰς τὴν πατρίδα ἀπιέναι, πολλὰ δεηθεὶς ὀμόσας ἀναστρέψειν ἀπέρχεται· καὶ Φυλλὶς αὐτὸν ἄχρι τῶν Ἐννέα ὁδῶν λεγομένων προπέμπει καὶ δίδωσιν αὐτῷ κίστην, εἰποῦσα ἱερὸν τῆς μητρὸς Ῥέας ἐνεῖναι, καὶ ταύτην μὴ ἀνοίγειν, εἰ μὴ ὅταν ἀπελπίσῃ τῆς πρὸς αὐτὴν ἀνόδου.
6.17 Δημοφῶν δὲ ἐλθὼν εἰς Κύπρον ἐκεῖ κατῴκει. καὶ τοῦ τακτοῦ χρόνου διελθόντος Φυλλὶς ἀρὰς θεμένη κατὰ Δημοφῶντος ἑαυτὴν ἀναιρεῖ· Δημοφῶν δὲ τὴν κίστην ἀνοίξας φόβῳ κατασχεθεὶς ἄνεισιν ἐπὶ τὸν ἵππον καὶ τοῦτον ἐλαύνων ἀτάκτως ἀπόλλυται· τοῦ γὰρ ἵππου σφαλέντος κατενεχθεὶς ἐπὶ τὸ ξίφος ἔπεσεν. οἱ δὲ σὺν αὐτῷ κατῴκησαν ἐν Κύπρῳ.
6.18 Ποδαλείριος δὲ ἀφικόμενος εἰς Δελφοὺς ἐχρᾶτο ποῦ κατοικήσει· χρησμοῦ δὲ δοθέντος, εἰς ἣν πόλιν τοῦ περιέχοντος οὐρανοῦ πεσόντος οὐδὲν πείσεται, τῆς Καρικῆς Χερρονήσου τὸν πέριξ οὐρανοῦ κυκλούμενον ὄρεσι τόπον κατῴκησεν.
6.19 Ἀμφίλοχος δὲ ὁ Ἀλκμαίωνος, κατά τινας ὕστερον παραγενόμενος εἰς Τροίαν, κατὰ τὸν χειμῶνα ἀπερρίφη πρὸς Μόψον, καί, ὥς τινες λέγουσιν, ὑπὲρ τῆς βασιλείας μονομαχοῦντες ἔκτειναν ἀλλήλους.
6.20 Λοκροὶ δὲ μόλις τὴν ἑαυτῶν καταλαβόντες, ἐπεὶ μετὰ τρίτον ἔτος τὴν Λοκρίδα κατέσχε φθορά, δέχονται χρησμὸν ἐξιλάσασθαι τὴν ἐν Ἰλίῳ Ἀθηνᾶν καὶ δύο παρθένους πέμπειν ἱκέτιδας ἐπὶ ἔτη χίλια. καὶ λαγχάνουσι πρῶται Περίβοια καὶ Κλεοπάτρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme