Thesauros Literature miscellany ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν

ἐκ τῶν Αἰλιανοῦ ἀγροικικῶν ἐπιστολῶν Aelian 3rd cent
5 τὰ σμήνη μοι τῶν μελιττῶν κενά, καὶ ἀπεφοίτησαν τῆς ἑστίας οὐκ οὖσαι τέως δραπέτιδες· ἀλλὰ γὰρ καὶ πισταὶ διέμενον καὶ ᾤκουν ὡς οἴκους τοὺς αὑτῶν σίμβλους, καὶ εἶχον λειμῶνα εὔδροσον καὶ δὴ καὶ ἀνθῶν εὔφορον, καὶ εἱστιῶμεν αὐτὰς πανδαισίᾳ· αἳ δὲ ὑπὸ τῆς φιλεργίας τῆς ἄγαν ἀνθειστίων ἡμᾶς πολλῷ καὶ καλῷ τῷ μέλιτι, κοὐδέποτε τῆσδε τῆς ὠδῖνος τῆς γλυκείας ἦσαν ἄγονοι. νῦν δὲ ᾤχοντο ἀπιοῦσαι, λυπηθεῖσαι πρὸς ἡμῶν οὐδὲ ἕν, οὐ μὰ τὸν Ἀρισταῖον καὶ τὸν Ἀπόλλω αὐτόν. καὶ αἳ μέν εἰσι φυγάδες, ὁ δὲ οἶκος αὐτῶν χῆρός ἐστι, καὶ τὰ ἄνθη τὰ ἐν τῷ λειμῶνι περὶ αὐτὰ γηρᾷ. ἐγὼ δὲ αὐτῶν ὅταν ὑπομνησθῶ τῆς πτήσεως καὶ τῆς εὐχαρίτου χορείας, οὐδὲν ἄλλο ἢ νομίζω θυγατέρας ἀφῃρῆσθαι. ὀργίζομαι μὲν οὖν αὐταῖς· τί γὰρ ἀπέλιπον τροφέα αὐτῶν καὶ ἀτεχνῶς πατέρα καὶ φρουρὸν καὶ μελεδωνὸν οὐκ ἀχάριτον; δεῖ δέ με ἀνιχνεῦσαι τὴν πλάνην αὐτῶν καὶ ὅποι ποτὲ ἀποδρᾶσαι κάθηνται, καὶ τίς αὐτὰς ὑπεδέξατο καὶ τοῦτο· ἔχει γάρ τοι τὰς μηδὲν προσηκούσας. εἶτα εὑρὼν ὀνειδιῶ πολλὰ τὰς ἀγνώμονας καὶ ἀπίστους.

Κάλλαρος Καλλικλεῖ.

6 καὶ ποῖ τις ἀποτρέψει τὸ ῥεῦμα, εἰ μήτε ἐς τὴν ὁδὸν ἐμβαλεῖ μήτε ἐς τὴν τῶν γειτόνων διαβήσεται; οὐ γὰρ δήπου κελεύσεις ἡμᾶς ἐκπιεῖν αὐτό. πάλαι μὲν οὖν λέλεκται κακὸν εἶναι γείτων κακός, πεπίστευται δὲ νῦν οὐχ ἥκιστα ἐπὶ σοῦ. ἀλλʼ οὐδέν σοι πλέον τῆς βίας· οὐ γὰρ ἀποδωσόμεθά σοι τὸ χωρίον, δικάσεται δὲ πρότερον ὑπὲρ τούτων πρός σε ὁ δεσπότης, ἐάνπερ τὴν διάνοιαν ὑγιαίνῃ.

Δερκύλλος Ὀπώρᾳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme