Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 8

2 Ἵππαρχος ὁ Πεισιστράτου παῖς πρεσβύτατος ὢν τῶν Πεισιστράτου καὶ σοφώτατος ἦν Ἀθηναίων. οὗτος καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν ἐς τὰς Ἀθήνας, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς τοῖς Παναθηναίοις αὐτὰ ᾅδειν. καὶ ἐπʼ Ἀνακρέοντα δὲ τὸν Τήιον πεντηκόντορον ἔστειλεν, ἵνα αὐτὸν πορεύσῃ ὡς αὑτόν. Σιμωνίδην δὲ τὸν Κεῖον διὰ σπουδῆς ἄγων ἀεὶ περὶ  αὑτὸν εἶχε, μεγάλοις δώροις ὡς τὸ εἰκὸς πείθων καὶ μισθοῖς· καὶ γὰρ ὡς ἦν φιλοχρήματος ὁ Σιμωνίδης, οὐδεὶς ἀντιφήσει. ἔργον δὲ ἦν ἄρα τούτῳ τῷ Ἱππάρχῳ ἡ περὶ τοὺς πεπαιδευμένους σπουδή. καὶ ἐβούλετο ὑπὸ προσχήματι τῷ ἑαυτοῦ Ἀθηναίους παιδεύεσθαι, καὶ βελτιόνων αὐτῶν ὄντων ἄρχειν ἔσπευδεν· οὐκ ᾤετο γὰρ δεῖν οὐδενὶ φθονεῖν σοφίας, ἅτε ὢν καλὸς καὶ ἀγαθός. λέγει δὲ Πλάτων ταῦτα, εἰ δὴ ὁ Ἵππαρχος Πλάτωνός ἐστι τῷ ὄντι.
3 ὅτι Ἀττικὸν τοῦτο τὸ ἔθος, ὅταν ὁ βοῦς ἀποσφαγῇ, τῶν μὲν ἄλλων ἀποψηφίζονται, κρίνοντες ἕκαστον ἐν τῷ μέρει φόνου· καταγινώσκουσι δὲ τῆς μαχαίρας, καὶ λέγουσι ταύτην ἀποκτεῖναι αὐτόν. καὶ ἐν ᾗ ταῦτα ἡμέρᾳ δρῶσι, Διιπόλια τὴν ἑορτὴν καλοῦσι καὶ Βουφόνια.
4 πολίαρχόν φασι τὸν Ἀθηναῖον ἐς τοσοῦτον προελθεῖν τρυφῆς, ὥστε καὶ κύνας καὶ ἀλεκτρυόνας ἐκεί νους οἷς ἔχαιρεν ἐκκομίζειν ἀποθανόντας δημοσίᾳ. καὶ ἐπὶ τὴν ἐκφορὰν αὐτῶν παρεκάλει τοὺς φίλους, καὶ ἔθαπτεν αὐτοὺς πολυτελῶς, καὶ ἐπιστήματα αὐτοῖς ἀναστήσας ἐπιγράμματα κατʼ αὐτῶν ἐνεκόλαπτεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme