Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 7

3 ὅτι Ἀρίστιππος ἑταίρων αὐτῷ τινων ὀδυρομένων βαρύτατα πολλὰ μὲν καὶ ἄλλα πρὸς αὐτοὺς εἶπε λύπης ἀνασταλτικά, καὶ ταῦτα δὲ ἐν προοιμίοις ʽἀλλʼ ἔγωγε ἥκω παρʼ ὑμᾶς οὐχ ὡς συλλυπούμενος, ἀλλʼ ἵνα παύσω ὑμᾶς λυπουμένους.ʼ 
4 ὅτι Πιττακὸς πάνυ σφόδρα ἐπῄνει τὴν μύλην, τὸ ἐγκώμιον αὐτῆς ἐκεῖνο ἐπιλέγων, ὅτι ἐν μικρῷ τόπῳ διαφόρως ἔστι γυμνάσασθαι. ἦν δέ τι ᾆσμα ἐπιμύλιον οὕτω καλούμενον.
5 καὶ Λαέρτης δὲ αὐτουργῶν ὑπὸ τοῦ παιδὸς πεφώραται καὶ φυτὸν ξύων, καίτοι γηράσκων βαθύτατα. ὁμολογεῖ δὲ καὶ Ὀδυσσεὺς αὐτὸς πολλὰ εἰδέναι καὶ τεχνίτης αὐτῶν εἶναι, δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειεν βροτὸς ἄλλος, πῦρʼ τʼ εὖ νηῆσαι, διά τε ξύλα δανὰ κεάσσαι. καὶ τὴν σχεδίαν δὲ οὐ δεηθεὶς ναυπηγῶν, ἀλλὰ διʼ ἑαυτοῦ τὴν ταχίστην εἰργάσατο. καὶ Ἀχιλλεὺς δέ, τρίτος ὢν ἀπὸ τοῦ Διός, αὐτὸς διακόπτει τὰ κρέα, δεῖπνον τοῖς παρὰ τῶν Ἀχαιῶν ἀφικομένοις πρέσβεσιν εὐτρεπίσαι σπεύδων.
6 χιόνος ποτὲ πιπτούσης ἤρετο ὁ βασιλεὺς τῶν Σκυθῶν τινα γυμνὸν διακαρτεροῦντα εἰ ῥιγοῖ. ὃ δὲ αὐτὸν ἀντήρετο εἰ τὸ μέτωπον ῥιγοῖ. τοῦ δὲ οὐ φήσαντος ʽοὐκοῦνʼ εἶπεν ʽοὐδὲ ἐγώ· πᾶς γὰρ μέτωπόν εἰμι.ʼ
7 Δημοσθένης ὁ Δημοσθένους εἰ ἔμελλε τῆς ὑστεραίας ἔσεσθαι ἐκκλησία ἀλλὰ ἐκεῖνός γε διὰ τῆς νυκτὸς ἠγρύπνει πάσης, διαφροντίζων δηλονότι καὶ ἐκμανθάνων ταῦτα ἃ ἔμελλεν ἐρεῖν. ὁ τοίνυν Πυθέας ἐκ τούτων ἐμοὶ δοκεῖν ἐπέσκωπτεν ἐς αὐτόν, ἐπιλέγων αὐτοῦ τὰ ἐνθυμήματα ἐλλυχνίων ὄζειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme