Book 6
6
ἡ γὰρ οὐ καὶ ταῦτα Λακωνικά; νόμος ἐστὶ τοῖς Σπαρτιάταις τὸν παρασχόμενον υἱοὺς τρεῖς ἀτέλειαν ἔχειν φρουρᾶς, τὸν δὲ πέντε πασῶν τῶν λειτουργιῶν ἀφεῖσθαι. γαμεῖν δὲ ἀπροίκους ἔτι. βάναυσον δὲ εἰδέναι τέχνην ἄνδρα Λακεδαιμόνιον οὐκ ἐξῆν. φοινικίδα δὲ ἀμπέχεσθαι κατὰ τὰς μάχας ἀνάγκη ἦν· ἔχειν δὲ τὴν χρόαν καὶ σεμνότητός τι· πρὸς ταύτῃ γε μὴν καὶ τὴν ῥύσιν τοῦ ἐπιγενομένου αἵματος ἐκ τῶν τραυμάτων ἔτι μᾶλλον ἐκπλήττειν τοὺς ἀντιπάλους, βαθυτέρας τῆς ὄψεως γινομένης καὶ φοβερωτέρας μᾶλλον. ὅτι οὐκ ἐξῆν ἀνδρὶ Λάκωνι οὐδὲ σκυλεῦσαι τὸν πολέμιον. οἱ δὲ καλῶς ἀγωνισάμενοι καὶ ἀποθανόντες θαλλοῖς ἀνεδοῦντο καὶ κλάδοις ἑτέροις, καὶ διʼ ἐπαίνων ἤγοντο· οἱ δὲ τελέως ἀριστεύσαντες καὶ φοινικίδος αὐτοῖς ἐπιβληθείσης ἐνδόξως ἐθάπτοντο.
7
ὅτε οἱ Λακεδαιμόνιοι τοὺς ἐκ Ταινάρου ἱκέτας παρασπονδήσαντες ἀνέστησαν καὶ ἀπέκτειναν ʽἦσαν δὲ οἱ ἱκέται τῶν εἱλώτωνʼ, κατὰ μῆνιν τοῦ Ποσειδῶνος σεισμὸς ἐπιπεσὼν τῇ Σπάρτῃ τὴν πόλιν ἀνδρειότατα κατέσεισεν, ὡς πέντε μόνας ἀπολειφθῆναι οἰκίας ἐξ ἁπάσης τῆς πόλεως.
8
Ἀρταξέρξην τὸν καὶ Ὦχον ἐπικληθέντα, ὅτε ἐπεβούλευσεν αὐτῷ Βαγώας ὁ εὐνοῦχος, ὃς ἦν Αἰγύπτιος, φασὶν ἀναιρεθέντα καὶ κατακοπέντα τοῖς αἰλούροις παραβληθῆναι· ἐτάφη δέ τις ἄλλος ἀντʼ αὐτοῦ καὶ ἀπεδόθη ταῖς βασιλικαῖς θήκαις. τῷ δὲ Βαγώᾳ οὐκ ἀπέχρησε τὸ ἀποκτεῖναι τὸν Ὦχον, ἀλλὰ γὰρ καὶ ἐκ τῶν μηρῶν αὐτοῦ λαβὰς μαχαιρῶν ἐποίησε, τὸ φονικὸν αὐτοῦ ἐνδεικνύμενος διὰ τούτων. ἐμίσησε δὲ αὐτόν, ἐπεὶ τὸν Ἆπιν ἐν Αἰγύπτῳ γευόμενος ἀπέκτεινε καὶ οὗτος, ὡς ὁ Καμβύσης πρότερον.