Book 3
15
καὶ Ἀργεῖοι δὲ καὶ Τιρύνθιοι κεκωμῴδηνται καὶ οὗτοι ἀκρατέστερον τῷ οἴνῳ προσιόντες. τό γε μὴν ὑπὲρ τῶν Θρᾳκῶν, ἀλλὰ τοῦτο μὲν καὶ διαβεβόηται ἤδη καὶ διατεθρύληται, ὡς εἰσὶ πιεῖν δεινότατοι. οὐ διαπεφεύγασι δὲ ταύτην τὴν αἰτίαν οὐδὲ Ἰλλυριοί, ἀλλʼ ἐκεῖνοί γε προσειλήφασι κἀκεῖνο τὸ ἐπίκλημα, ὅτι ἐφεῖται τοῖς ἐν τῷ συνδείπνῳ παροῦσι ξένοις προπίνειν ταῖς γυναιξίν, ἕκαστον ᾗ ἂν βούληται, κἂν μηδὲν προσήκῃ ἡ γυνὴ αὐτῷ.
16
εἶτα τίς ἀμείνων ἦν στρατηγεῖν, Δημήτριος ὁ πολιορκητὴς ἢ Τιμόθεος ὁ Ἀθηναῖος; ἐγὼ μὲν ἐρῶ τὸν τῶν ἀμφοτέρων τρόπον· ἔνεστι δʼ ὑμῖν προτιμῆσαι τὸν ἕτερον. Δημήτριος μὲν βίᾳ καὶ πλεονεξίᾳ καὶ λυπῶν τὰ μέγιστα καὶ ἀδικῶν ᾕρει τὰς πόλεις μηχανὰς προσάγων καὶ κατασείων καὶ ὑπορύττων τὰ τείχη, Τιμόθεος δὲ πείθων καὶ διδάσκων λόγῳ ὅτι λυσιτελέστερόν ἐστι τῶν Ἀθηναίων ἀκούειν.