Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 3

12 οὔκ εἰσι θρυπτικοὶ πρὸς τοὺς ἐραστὰς οἱ ἐν Λακεδαίμονι καλοὶ οὐδὲ· ἀλαζόνες, ἐπεὶ τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις ὡραίοις τὰ ἐκ τούτων καταμαθεῖν ἐστιν. αὐτοὶ γοῦν δέονται τῶν ἐραστῶν εἰσπνεῖν αὐτοῖς· Λακεδαιμονίων δέ ἐστιν αὕτη ἡ φωνή, ἐρᾶν δεῖν λέγουσα. Σπαρτιάτης δὲ ἔρως αἰσχρὸν οὐκ οἶδεν· εἴτε γὰρ μειράκιον ἐτόλμησεν ὕβριν ὑπομεῖναι εἴτε ἐραστὴς ὑβρίσαι, ἀλλʼ οὐδετέροις ἐλυσιτέλησε τῇ Σπάρτῃ ἐγκαταμεῖναι· ἢ γὰρ τῆς πατρίδος ἀπηλλάγησαν ἢ καὶ τὸ ἔτι θερμότερον τοῦ βίου αὐτοῦ.
13 ὅτι φιλοινότατον ἔθνος τὸ τῶν Ταπύρων τοσοῦτον, ὥστε ζῆν αὐτοὺς ἐν οἴνῳ, καὶ τὸ πλεῖστον τοῦ βίου ἐν τῇ πρὸς αὐτὸν ὁμιλἵ??ʼ καταναλίσκειν. καὶ οὐ μόνον ἐς πόμα καταχρῶνται αὐτῷ, ἀλλὰ γὰρ καὶ χρῖμά ἐστιν αὐτοῖς ὁ οἶνος, ὥσπερ ἄλλοις τὸ ἔλαιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme