Book 2
23
Νικόδωρος δὲ ὁ πύκτης ἐν τοῖς εὐδοκιμωτάτοις Μαντινέων γενόμενος, ἀλλὰ ὀψὲ τῆς ἡλικίας καὶ μετὰ τὴν ἄθλησιν νομοθέτης αὐτοῖς ἐγένετο, μακρῷ τοῦτο ἄμεινον πολιτευσάμενος τῇ πατρίδι τῶν κηρυγμάτων τῶν ἐν τοῖς σταδίοις. φασὶ δὲ αὐτῷ Διαγόραν τὸν Μήλιον συνθεῖναι τοὺς νόμους ἐραστὴν γενόμενον. εἶχον δέ τι καὶ περαιτέρω ὑπὲρ Νικοδώρου εἰπεῖν· ὡς δʼ ἂν μὴ δοκοίην καὶ τὸν ἔπαινον τὸν τοῦ Διαγόρου προσπαραλαμβάνειν, ἐς τοσοῦτον διηνύσθω τὰ τοῦ λόγου. θεοῖς γὰρ ἐχθρὸς Διαγόρας, καὶ οὔ μοι ἥδιον ἐπὶ πλεῖστον μεμνῆσθαι αὐτοῦ.
24
ἤδη τινὲς τὴν Μίλωνος τοῦ Κροτωνιάτου περιφερομένην ῥώμην ἐξέβαλον, τοιαῦτα ὑπὲρ αὐτοῦ λέγοντες. Μίλωνος τούτου τὴν ῥοιάν, ἣν ἐν τῇ χειρὶ κατεῖχεν, οὐδεὶς τῶν ἀντιπάλων ἐξελεῖν ἐδύνατο· ἡ δὲ ἐρωμένη αὐτοῦ ῥᾷστα αὐτὴν ἐξῄρει, φιλονεικοῦσα πρὸς αὐτὸν πολλάκις. ἐκ δὴ τούτου νοεῖν ἔσται ὅτι ὁ Μίλων ἰσχυρὸς μὲν τὸ σῶμα ἦν, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν.